previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φιλοκτήτης

ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς
λύπης πρὸς ἡμᾶς, ξένοι, πεπλεύκατε,
405καί μοι προσᾴδεθ᾽ ὥστε γιγνώσκειν ὅτι
ταῦτ᾽ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.
ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφ᾽ ἧς
μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
410ἀλλ᾽ οὔ τι τοῦτο θαῦμ᾽ ἔμοιγ᾽, ἀλλ᾽ εἰ παρὼν
Αἴας μείζων ταῦθ᾽ ὁρῶν ἠνείχετο.

Νεοπτόλεμος

οὐκ ἦν ἔτι ζῶν, ξέν᾽: οὐ γὰρ ἄν ποτε
ζῶντός γ᾽ ἐκείνου ταῦτ᾽ ἐσυλήθην ἐγώ.

Φιλοκτήτης

πῶς εἶπας; ἀλλ᾽ χοὖτος οἴχεται θανών;

Νεοπτόλεμος

415ὡς μηκέτ᾽ ὄντα κεῖνον ἐν φάει νόει.

Φιλοκτήτης

οἴμοι τάλας. ἀλλ᾽ οὐχ Τυδέως γόνος
οὐδ᾽ οὑμπολητὸς Σισύφου Λαερτίῳ,
οὐ μὴ θάνωσι: τούσδε γὰρ μὴ ζῆν ἔδει.

Νεοπτόλεμος

οὐ δῆτ᾽: ἐπίστω τοῦτό γ᾽: ἀλλὰ καὶ μέγα
420θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.

Φιλοκτήτης

τί δ᾽; οὐ παλαιὸς κἀγαθὸς φίλος τ᾽ ἐμός,
Νέστωρ Πύλιος, ἔστιν; οὗτος γὰρ τά γε
κείνων κάκ᾽ ἐξήρυκε, βουλεύων σοφά.

Νεοπτόλεμος

κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
425Ἀντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος.

Φιλοκτήτης

οἴμοι, δύ᾽ αὖ τώδ᾽ ἄνδρ᾽ ἔλεξας, οἷν ἐγὼ
ἥκιστ᾽ ἂν ἠθέλησ᾽ ὀλωλότοιν κλύειν.
φεῦ φεῦ: τί δῆτα δεῖ σκοπεῖν, ὅθ᾽ οἵδε μὲν
τεθνᾶσ᾽, Ὀδυσσεὺς δ᾽ ἔστιν αὖ κἀνταῦθ᾽ ἵνα
430χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;

Νεοπτόλεμος

σοφὸς παλαιστὴς κεῖνος: ἀλλὰ χαἰ σοφαὶ
γνῶμαι, Φιλοκτῆτ᾽, ἐμποδίζονται θαμά.

Φιλοκτήτης

φέρ᾽ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι
Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;

Νεοπτόλεμος

435χοὖτος τεθνηκὼς ἦν: λόγῳ δέ σ᾽ ἐν βραχεῖ
τοῦτ᾽ ἐκδιδάξω: πόλεμος οὐδέν᾽ ἄνδρ᾽ ἑκὼν
αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.

Φιλοκτήτης

ξυμμαρτυρῶ σοι: καὶ κατ᾽ αὐτὸ τοῦτό γε
ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,
440γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 675
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 879
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: