previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ:
ἀλλ᾽ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
5ὡς δ᾽ ὅτ᾽ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
τεύχων πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
ὣς πυκίν᾽ ἐν στήθεσσιν ἀνεστενάχιζ᾽ Ἀγαμέμνων
10νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
ἤτοι ὅτ᾽ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
αὐλῶν συρίγγων τ᾽ ἐνοπὴν ὅμαδόν τ᾽ ἀνθρώπων.
αὐτὰρ ὅτ᾽ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
15πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
ὑψόθ᾽ ἐόντι Διί, μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
Νέστορ᾽ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
20 τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
ὀρθωθεὶς δ᾽ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ᾽ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ᾽ ἔγχος.
25

ὣς δ᾽ αὔτως Μενέλαον ἔχε τρόμος: οὐδὲ γὰρ αὐτῷ
ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε: μή τι πάθοιεν
Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ᾽ ὑγρὴν
ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
30ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
θήκατο χαλκείην, δόρυ δ᾽ εἵλετο χειρὶ παχείῃ.
βῆ δ᾽ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
Ἀργείων ἤνασσε, θεὸς δ᾽ ὣς τίετο δήμῳ.
τὸν δ᾽ εὗρ᾽ ἀμφ᾽ ὤμοισι τιθήμενον ἔντεα καλὰ
35νηῒ πάρα πρύμνῃ: τῷ δ᾽ ἀσπάσιος γένετ᾽ ἐλθών.
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος:
τίφθ᾽ οὕτως ἠθεῖε κορύσσεαι; τιν᾽ ἑταίρων
ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ᾽ αἰνῶς
δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
40ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
νύκτα δι᾽ ἀμβροσίην: μάλα τις θρασυκάρδιος ἔσται.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:
χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς Μενέλαε
κερδαλέης, τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
45Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ᾽ ἱεροῖσιν:
οὐ γάρ πω ἰδόμην, οὐδ᾽ ἔκλυον αὐδήσαντος
ἄνδρ᾽ ἕνα τοσσάδε μέρμερ᾽ ἐπ᾽ ἤματι μητίσασθαι,
ὅσσ᾽ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
50αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
ἔργα δ᾽ ἔρεξ᾽ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
δηθά τε καὶ δολιχόν: τόσα γὰρ κακὰ μήσατ᾽ Ἀχαιούς.
ἀλλ᾽ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
ῥίμφα θέων παρὰ νῆας: ἐγὼ δ᾽ ἐπὶ Νέστορα δῖον
55εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ᾽ ἐθέλῃσιν
ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ᾽ ἐπιτεῖλαι.
κείνῳ γάρ κε μάλιστα πιθοίατο: τοῖο γὰρ υἱὸς
σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
Μηριόνης: τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
60

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος:
πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς κεν ἔλθῃς,
ἦε θέω μετὰ σ᾽ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
65αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
ἐρχομένω: πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
φθέγγεο δ᾽ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
πάντας κυδαίνων: μηδὲ μεγαλίζεο θυμῷ,
70ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα: ὧδέ που ἄμμι
Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.

ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας:
αὐτὰρ βῆ ῥ᾽ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν:
τὸν δ᾽ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
75εὐνῇ ἔνι μαλακῇ: παρὰ δ᾽ ἔντεα ποικίλ᾽ ἔκειτο
ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ῥ᾽ γεραιὸς
ζώννυθ᾽ ὅτ᾽ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
80ὀρθωθεὶς δ᾽ ἄρ᾽ ἐπ᾽ ἀγκῶνος κεφαλὴν ἐπαείρας
Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ:
τίς δ᾽ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
νύκτα δι᾽ ὀρφναίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι,
ἠέ τιν᾽ οὐρήων διζήμενος, τιν᾽ ἑταίρων;
85φθέγγεο, μηδ᾽ ἀκέων ἐπ᾽ ἔμ᾽ ἔρχεο: τίπτε δέ σε χρεώ;

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς κ᾽ ἀϋτμὴ
90ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ᾽ ὀρώρῃ.
πλάζομαι ὧδ᾽ ἐπεὶ οὔ μοι ἐπ᾽ ὄμμασι νήδυμος ὕπνος
ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε᾽ Ἀχαιῶν.
αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
ἔμπεδον, ἀλλ᾽ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
95στηθέων ἐκθρῴσκει, τρομέει δ᾽ ὑπὸ φαίδιμα γυῖα.
ἀλλ᾽ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ᾽ ὕπνος ἱκάνει,
δεῦρ᾽ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
100δυσμενέες δ᾽ ἄνδρες σχεδὸν εἵαται: οὐδέ τι ἴδμεν
μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
105ἐκτελέει, ὅσα πού νυν ἐέλπεται: ἀλλά μιν οἴω
κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
σοὶ δὲ μάλ᾽ ἕψομ᾽ ἐγώ: ποτὶ δ᾽ αὖ καὶ ἐγείρομεν ἄλλους
ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ᾽ Ὀδυσῆα
110ἠδ᾽ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
ἀλλ᾽ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
ἀντίθεόν τ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα:
τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ᾽ ἐγγύς.
ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
115νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ᾽ ἐπικεύσω
ὡς εὕδει, σοὶ δ᾽ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
λισσόμενος: χρειὼ γὰρ ἱκάνεται οὐκέτ᾽ ἀνεκτός.

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
120 γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα:
πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
οὔτ᾽ ὄκνῳ εἴκων οὔτ᾽ ἀφραδίῃσι νόοιο,
ἀλλ᾽ ἐμέ τ᾽ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
νῦν δ᾽ ἐμέο πρότερος μάλ᾽ ἐπέγρετο καί μοι ἐπέστη:
125τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
ἀλλ᾽ ἴομεν: κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
ἐν φυλάκεσσ᾽, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ᾽ ἀπιθήσει
130Ἀργείων, ὅτε κέν τιν᾽ ἐποτρύνῃ καὶ ἀνώγῃ.

ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ᾽ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
διπλῆν ἐκταδίην, οὔλη δ᾽ ἐπενήνοθε λάχνη.
135εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
βῆ δ᾽ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
πρῶτον ἔπειτ᾽ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
φθεγξάμενος: τὸν δ᾽ αἶψα περὶ φρένας ἤλυθ᾽ ἰωή,
140ἐκ δ᾽ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε:
τίφθ᾽ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
νύκτα δι᾽ ἀμβροσίην, τι δὴ χρειὼ τόσον ἵκει;

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
145μὴ νεμέσα: τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
ἀλλ᾽ ἕπε᾽, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ᾽ ἐπέοικε
βουλὰς βουλεύειν, φευγέμεν ἠὲ μάχεσθαι.

ὣς φάθ᾽, δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
ποικίλον ἀμφ᾽ ὤμοισι σάκος θέτο, βῆ δὲ μετ᾽ αὐτούς.
150βὰν δ᾽ ἐπὶ Τυδεΐδην Διομήδεα: τὸν δὲ κίχανον
ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν: ἀμφὶ δ᾽ ἑταῖροι
εὗδον, ὑπὸ κρασὶν δ᾽ ἔχον ἀσπίδας: ἔγχεα δέ σφιν
ὄρθ᾽ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
λάμφ᾽ ὥς τε στεροπὴ πατρὸς Διός: αὐτὰρ γ᾽ ἥρως
155εὗδ᾽, ὑπὸ δ᾽ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ᾽ ἄντην:
ἔγρεο Τυδέος υἱέ: τί πάννυχον ὕπνον ἀωτεῖς;
160οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
εἵαται ἄγχι νεῶν, ὀλίγος δ᾽ ἔτι χῶρος ἐρύκει;

ὣς φάθ᾽, δ᾽ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
σχέτλιός ἐσσι γεραιέ: σὺ μὲν πόνου οὔ ποτε λήγεις.
165οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
πάντῃ ἐποιχόμενοι; σὺ δ᾽ ἀμήχανός ἐσσι γεραιέ.

τὸν δ᾽ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ:
ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
170εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν:
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
175ἀλλ᾽ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
ἄνστησον: σὺ γάρ ἐσσι νεώτερος: εἴ μ᾽ ἐλεαίρεις.

ὣς φάθ᾽, δ᾽ ἀμφ᾽ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ᾽ ἔγχος.
βῆ δ᾽ ἰέναι, τοὺς δ᾽ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
180

οἳ δ᾽ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
ἀλλ᾽ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ᾽ ὕλην
185ἔρχηται δι᾽ ὄρεσφι: πολὺς δ᾽ ὀρυμαγδὸς ἐπ᾽ αὐτῷ
ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν:
ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
νύκτα φυλασσομένοισι κακήν: πεδίον δὲ γὰρ αἰεὶ
τετράφαθ᾽, ὁππότ᾽ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
190τοὺς δ᾽ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
οὕτω νῦν φίλα τέκνα φυλάσσετε: μηδέ τιν᾽ ὕπνος
αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.

ὣς εἰπὼν τάφροιο διέσσυτο: τοὶ δ᾽ ἅμ᾽ ἕποντο
195Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
τοῖς δ᾽ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
ἤϊσαν: αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
τάφρον δ᾽ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
200πιπτόντων: ὅθεν αὖτις ἀπετράπετ᾽ ὄβριμος Ἕκτωρ
ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
ἔνθα καθεζόμενοι ἔπε᾽ ἀλλήλοισι πίφαυσκον:
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ᾽ ἑῷ αὐτοῦ
205θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, μεμάασιν
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
210ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ᾽ Ἀχαιούς.
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
ἀσκηθής: μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
πάντας ἐπ᾽ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή:
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
215τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
θῆλυν ὑπόρρηνον: τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
αἰεὶ δ᾽ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
220Νέστορ ἔμ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
Τρώων: ἀλλ᾽ εἴ τίς μοι ἀνὴρ ἅμ᾽ ἕποιτο καὶ ἄλλος
μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
σύν τε δύ᾽ ἐρχομένω καί τε πρὸ τοῦ ἐνόησεν
225ὅππως κέρδος ἔῃ: μοῦνος δ᾽ εἴ πέρ τε νοήσῃ
ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
ἤθελε Μηριόνης, μάλα δ᾽ ἤθελε Νέστορος υἱός,
230ἤθελε δ᾽ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
ἤθελε δ᾽ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
Τρώων: αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
235τὸν μὲν δὴ ἕταρόν γ᾽ αἱρήσεαι ὅν κ᾽ ἐθέλῃσθα,
φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
μηδὲ σύ γ᾽ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
καλλείπειν, σὺ δὲ χείρον᾽ ὀπάσσεαι αἰδοῖ εἴκων
ἐς γενεὴν ὁρόων, μηδ᾽ εἰ βασιλεύτερός ἐστιν.
240

ὣς ἔφατ᾽, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
τοῖς δ᾽ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ᾽ αὐτὸν ἑλέσθαι,
πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
245ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ Παλλὰς Ἀθήνη.
τούτου γ᾽ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.

τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
Τυδεΐδη μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτέ τι νείκει:
250εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις.
ἀλλ᾽ ἴομεν: μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ᾽ ἠώς,
ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
τῶν δύο μοιράων, τριτάτη δ᾽ ἔτι μοῖρα λέλειπται.

ὣς εἰπόνθ᾽ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
255Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
φάσγανον ἄμφηκες: τὸ δ᾽ ἑὸν παρὰ νηῒ λέλειπτο:
καὶ σάκος: ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, τε καταῖτυξ
κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
260Μηριόνης δ᾽ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ῥινοῦ ποιητήν: πολέσιν δ᾽ ἔντοσθεν ἱμᾶσιν
ἐντέτατο στερεῶς: ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
265εὖ καὶ ἐπισταμένως: μέσσῃ δ᾽ ἐνὶ πῖλος ἀρήρει.
τήν ῥά ποτ᾽ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
ἐξέλετ᾽ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
Σκάνδειαν δ᾽ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι:
Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
270αὐτὰρ Μηριόνῃ δῶκεν παιδὶ φορῆναι:
δὴ τότ᾽ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.

τὼ δ᾽ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
βάν ῥ᾽ ἰέναι, λιπέτην δὲ κατ᾽ αὐτόθι πάντας ἀρίστους.
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
275Παλλὰς Ἀθηναίη: τοὶ δ᾽ οὐκ ἴδον ὀφθαλμοῖσι
νύκτα δι᾽ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
χαῖρε δὲ τῷ ὄρνιθ᾽ Ὀδυσεύς, ἠρᾶτο δ᾽ Ἀθήνῃ:
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, τέ μοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
280κινύμενος: νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
ῥέξαντας μέγα ἔργον, κε Τρώεσσι μελήσῃ.

δεύτερος αὖτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης:
κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη:
285σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ᾽ ἕσπεο Τυδέϊ δίῳ
ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
τοὺς δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
αὐτὰρ μειλίχιον μῦθον φέρε Καδμείοισι
κεῖσ᾽: ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
290σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
σοὶ δ᾽ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ:
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
295

ὣς ἔφαν εὐχόμενοι, τῶν δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.
οἳ δ᾽ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
βάν ῥ᾽ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
ἂμ φόνον, ἂν νέκυας, διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα.

οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
300εὕδειν, ἀλλ᾽ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες:
τοὺς γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν:
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
305δώσω γὰρ δίφρόν τε δύω τ᾽ ἐριαύχενας ἵππους
οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
ὅς τίς κε τλαίη, οἷ τ᾽ αὐτῷ κῦδος ἄροιτο,
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
310 ἤδη χείρεσσιν ὑφ᾽ ἡμετέρῃσι δαμέντες
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ᾽ ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
315κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης:
αὐτὰρ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν:
Ἕκτορ ἔμ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
320νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
ἀλλ᾽ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
σοὶ δ᾽ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ᾽ ἀπὸ δόξης:
325τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ᾽ ἂν ἵκωμαι
νῆ᾽ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
βουλὰς βουλεύειν φευγέμεν ἠὲ μάχεσθαι.

ὣς φάθ᾽, δ᾽ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν:
ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
330μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.

ὣς φάτο καί ῥ᾽ ἐπίορκον ἐπώμοσε, τὸν δ᾽ ὀρόθυνεν:
αὐτίκα δ᾽ ἀμφ᾽ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
ἕσσατο δ᾽ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
335κρατὶ δ᾽ ἐπὶ κτιδέην κυνέην, ἕλε δ᾽ ὀξὺν ἄκοντα,
βῆ δ᾽ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ: οὐδ᾽ ἄρ᾽ ἔμελλεν
ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ᾽ ὅμιλον,
βῆ ῥ᾽ ἀν᾽ ὁδὸν μεμαώς: τὸν δὲ φράσατο προσιόντα
340διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν:
οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
οὐκ οἶδ᾽ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
τινα συλήσων νεκύων κατατεθνηώτων.
ἀλλ᾽ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
345τυτθόν: ἔπειτα δέ κ᾽ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
καρπαλίμως: εἰ δ᾽ ἄμμε παραφθαίησι πόδεσσιν,
αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.

ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
350κλινθήτην: δ᾽ ἄρ᾽ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀπέην ὅσσόν τ᾽ ἐπὶ οὖρα πέλονται
ἡμιόνων: αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον:
τὼ μὲν ἐπεδραμέτην, δ᾽ ἄρ᾽ ἔστη δοῦπον ἀκούσας.
355ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄπεσαν δουρηνεκὲς καὶ ἔλασσον,
γνῶ ῥ᾽ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ᾽ ἐνώμα
φευγέμεναι: τοὶ δ᾽ αἶψα διώκειν ὁρμήθησαν.
360ὡς δ᾽ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
κεμάδ᾽ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
χῶρον ἀν᾽ ὑλήενθ᾽, δέ τε προθέῃσι μεμηκώς,
ὣς τὸν Τυδεΐδης ἠδ᾽ πτολίπορθος Ὀδυσσεὺς
λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
365ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ᾽ Ἀθήνη
Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
φθαίη ἐπευξάμενος βαλέειν, δὲ δεύτερος ἔλθοι.
δουρὶ δ᾽ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης:
370ἠὲ μέν᾽ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.

ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ᾽ ἡμάρτανε φωτός:
δεξιτερὸν δ᾽ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
ἐν γαίῃ ἐπάγη: δ᾽ ἄρ᾽ ἔστη τάρβησέν τε
375βαμβαίνων: ἄραβος δὲ διὰ στόμα γίγνετ᾽ ὀδόντων:
χλωρὸς ὑπαὶ δείους: τὼ δ᾽ ἀσθμαίνοντε κιχήτην,
χειρῶν δ᾽ ἁψάσθην: δὲ δακρύσας ἔπος ηὔδα:
ζωγρεῖτ᾽, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι: ἔστι γὰρ ἔνδον
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
380τῶν κ᾽ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
385πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος
νύκτα δι᾽ ὀρφναίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι;
τινα συλήσων νεκύων κατατεθνηώτων;
σ᾽ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
νῆας ἔπι γλαφυράς; σ᾽ αὐτὸν θυμὸς ἀνῆκε;
390

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Δόλων, ὑπὸ δ᾽ ἔτρεμε γυῖα:
πολλῇσίν μ᾽ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
ἠνώγει δέ μ᾽ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
395ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
ἤδη χείρεσσιν ὑφ᾽ ἡμετέρῃσι δαμέντες
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ᾽ ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
400

τὸν δ᾽ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς:
ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
ἵππων Αἰακίδαο δαΐφρονος: οἳ δ᾽ ἀλεγεινοὶ
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ᾽ ὀχέεσθαι
ἄλλῳ γ᾽ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
405ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, μεμάασιν
410αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ᾽ Ἀχαιούς.

τὸν δ᾽ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός:
τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως καταλέξω.
Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
415βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
νόσφιν ἀπὸ φλοίσβου: φυλακὰς δ᾽ ἃς εἴρεαι ἥρως
οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
οἷ δ᾽ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
420ἀλλήλοις: ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
εὕδουσι: Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν:
οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
425εὕδουσ᾽ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Δόλων Εὐμήδεος υἱός:
τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ᾽ ἀτρεκέως καταλέξω.
πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
430πρὸς Θύμβρης δ᾽ ἔλαχον Λύκιοι Μυσοί τ᾽ ἀγέρωχοι
καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
ἀλλὰ τί ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
Θρήϊκες οἷδ᾽ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων:
435ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους:
λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι:
ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται:
τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
440ἤλυθ᾽ ἔχων: τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
ἄνδρεσσιν φορέειν, ἀλλ᾽ ἀθανάτοισι θεοῖσιν.
ἀλλ᾽ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
ἠέ με δήσαντες λίπετ᾽ αὐτόθι νηλέϊ δεσμῷ,
ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
445ἠὲ κατ᾽ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης:
μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ:
ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
450 τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
ἠὲ διοπτεύσων ἐναντίβιον πολεμίξων:
εἰ δέ κ᾽ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
οὐκέτ᾽ ἔπειτα σὺ πῆμά ποτ᾽ ἔσσεαι Ἀργείοισιν.

, καὶ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
455ἁψάμενος λίσσεσθαι, δ᾽ αὐχένα μέσσον ἔλασσε
φασγάνῳ ἀΐξας, ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε:
φθεγγομένου δ᾽ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
τοῦ δ᾽ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν:
460καὶ τά γ᾽ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
ὑψόσ᾽ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα:
χαῖρε θεὰ τοῖσδεσσι: σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
πάντων ἀθανάτων ἐπιδωσόμεθ᾽: ἀλλὰ καὶ αὖτις
πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
465

ὣς ἄρ᾽ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ᾽ ἀείρας
θῆκεν ἀνὰ μυρίκην: δέελον δ᾽ ἐπὶ σῆμά τ᾽ ἔθηκε
συμμάρψας δόνακας μυρίκης τ᾽ ἐριθηλέας ὄζους,
μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
τὼ δὲ βάτην προτέρω διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα,
470αἶψα δ᾽ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
οἳ δ᾽ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
καλὰ παρ᾽ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
τριστοιχί: παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
Ῥῆσος δ᾽ ἐν μέσῳ εὗδε, παρ᾽ αὐτῷ δ᾽ ὠκέες ἵπποι
475ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
τὸν δ᾽ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν:
οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
ἀλλ᾽ ἄγε δὴ πρόφερε κρατερὸν μένος: οὐδέ τί σε χρὴ
480ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ᾽ ἵππους:
ἠὲ σύ γ᾽ ἄνδρας ἔναιρε, μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.

ὣς φάτο, τῷ δ᾽ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
κτεῖνε δ᾽ ἐπιστροφάδην: τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς
ἄορι θεινομένων, ἐρυθαίνετο δ᾽ αἵματι γαῖα.
485ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
αἴγεσιν ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
ὄφρα δυώδεκ᾽ ἔπεφνεν: ἀτὰρ πολύμητις Ὀδυσσεὺς
ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
490τὸν δ᾽ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
νεκροῖς ἀμβαίνοντες: ἀήθεσσον γὰρ ἔτ᾽ αὐτῶν.
ἀλλ᾽ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
495τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
ἀσθμαίνοντα: κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
τὴν νύκτ᾽ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
τόφρα δ᾽ ἄρ᾽ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
σὺν δ᾽ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
500τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι:
ῥοίζησεν δ᾽ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.

αὐτὰρ μερμήριζε μένων τι κύντατον ἕρδοι,
γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε᾽ ἔκειτο,
505ῥυμοῦ ἐξερύοι ἐκφέροι ὑψόσ᾽ ἀείρας,
ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
εἷος ταῦθ᾽ ὥρμαινε κατὰ φρένα, τόφρα δ᾽ Ἀθήνη
ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον:
νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
510νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.

ὣς φάθ᾽, δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
καρπαλίμως δ᾽ ἵππων ἐπεβήσετο: κόψε δ᾽ Ὀδυσσεὺς
τόξῳ: τοὶ δ᾽ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
515

οὐδ᾽ ἀλαοσκοπιὴν εἶχ᾽ ἀργυρότοξος Ἀπόλλων
ὡς ἴδ᾽ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν:
τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
Ῥήσου ἀνεψιὸν ἐσθλόν: δ᾽ ἐξ ὕπνου ἀνορούσας
520ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ᾽ ἕστασαν ὠκέες ἵπποι,
ἄνδράς τ᾽ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
ᾤμωξέν τ᾽ ἄρ᾽ ἔπειτα φίλον τ᾽ ὀνόμηνεν ἑταῖρον.
Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
θυνόντων ἄμυδις: θηεῦντο δὲ μέρμερα ἔργα
525ὅσσ᾽ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.

οἳ δ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
ἔνθ᾽ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
ἐν χείρεσσ᾽ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ᾽ ἵππων:
530μάστιξεν δ᾽ ἵππους, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
νῆας ἔπι γλαφυράς: τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε:
φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
ψεύσομαι, ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
535ἵππων μ᾽ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ κρατερὸς Διομήδης
ὧδ᾽ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους:
ἀλλ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
540

οὔ πω πᾶν εἴρητο ἔπος ὅτ᾽ ἄρ᾽ ἤλυθον αὐτοί.
καί ῥ᾽ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι:
πρῶτος δ᾽ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ:
εἴπ᾽ ἄγε μ᾽ πολύαιν᾽ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
545ὅππως τοῦσδ᾽ ἵππους λάβετον καταδύντες ὅμιλον
Τρώων, τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
αἰεὶ μὲν Τρώεσσ᾽ ἐπιμίσγομαι, οὐδέ τί φημι
μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής:
550ἀλλ᾽ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
ἀλλά τιν᾽ ὔμμ᾽ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα:
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
κούρη τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
555 Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
ῥεῖα θεός γ᾽ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
ἵππους δωρήσαιτ᾽, ἐπεὶ πολὺ φέρτεροί εἰσιν.
ἵπποι δ᾽ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
Θρηΐκιοι: τὸν δέ σφιν ἄνακτ᾽ ἀγαθὸς Διομήδης
560ἔκτανε, πὰρ δ᾽ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.

ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
565καγχαλόων: ἅμα δ᾽ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
οἳ δ᾽ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
φάτνῃ ἐφ᾽ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες:
570νηῒ δ᾽ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
θῆκ᾽ Ὀδυσεύς, ὄφρ᾽ ἱρὸν ἑτοιμασσαίατ᾽ Ἀθήνῃ.
αὐτοὶ δ᾽ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
575νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
ἔς ῥ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ᾽ ἐλαίῳ
δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Walter Leaf, 1900)
load focus English (1924)
load focus English (Samuel Butler, 1898)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: