previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘’

ὣς ἔφατ᾽, ὄρνυτο δ᾽ αὐτίκ᾽ ἀνὴρ ἠΰς τε μέγας τε
665εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,
ἅψατο δ᾽ ἡμιόνου ταλαεργοῦ φώνησέν τε:
ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον:
ἡμίονον δ᾽ οὔ φημί τιν᾽ ἀξέμεν ἄλλον Ἀχαιῶν
πυγμῇ νικήσαντ᾽, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.
670 οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ᾽ ἄρα πως ἦν
ἐν πάντεσσ᾽ ἔργοισι δαήμονα φῶτα γενέσθαι.
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
ἀντικρὺ χρόα τε ῥήξω σύν τ᾽ ὀστέ᾽ ἀράξω.
κηδεμόνες δέ οἱ ἐνθάδ᾽ ἀολλέες αὖθι μενόντων,
675οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
ὅς ποτε Θήβας δ᾽ ἦλθε δεδουπότος Οἰδιπόδαο
680ἐς τάφον: ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
θαρσύνων ἔπεσιν, μέγα δ᾽ αὐτῷ βούλετο νίκην.
ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
685τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
ἄντα δ᾽ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ᾽ ἄμφω
σύν ῥ᾽ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
δεινὸς δὲ χρόμαδος γενύων γένετ᾽, ἔρρεε δ᾽ ἱδρὼς
πάντοθεν ἐκ μελέων: ἐπὶ δ᾽ ὄρνυτο δῖος Ἐπειός,
690κόψε δὲ παπτήναντα παρήϊον: οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
ἑστήκειν: αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
ὡς δ᾽ ὅθ᾽ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
θίν᾽ ἐν φυκιόεντι, μέλαν δέ κῦμα κάλυψεν,
ὣς πληγεὶς ἀνέπαλτ᾽: αὐτὰρ μεγάθυμος Ἐπειὸς
695χερσὶ λαβὼν ὤρθωσε: φίλοι δ᾽ ἀμφέσταν ἑταῖροι,
οἵ μιν ἄγον δι᾽ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
αἷμα παχὺ πτύοντα κάρη βάλλονθ᾽ ἑτέρωσε:
κὰδ δ᾽ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
αὐτοὶ δ᾽ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: