τοῖσι δ᾽ ἀπὸ νύσσης τέτατο δρόμος: οἱ δ᾽ ἅμα πάντες
καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο:
τῶν δὲ θέειν ὄχ᾽ ἄριστος ἔην Κλυτόνηος ἀμύμων:
ὅσσον τ᾽ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
125τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ᾽, οἱ δ᾽ ἐλίποντο.
οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο:
τῇ δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
ἅλματι δ᾽ Ἀμφίαλος πάντων προφερέστατος ἦεν:
δίσκῳ δ᾽ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
130πὺξ δ᾽ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν᾽ ἀέθλοις,
τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο:
‘δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τιν᾽ ἄεθλον
οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
135μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
αὐχένα τε στιβαρὸν μέγα τε σθένος: οὐδέ τι ἥβης
δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν:
οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
’
140τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε:
‘Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
’
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσ᾽ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
στῆ ῥ᾽ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε:
‘145δεῦρ᾽ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
εἴ τινά που δεδάηκας: ἔοικε δέ σ᾽ ἴδμεν ἀέθλους:
οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κ᾽ ἔῃσιν,
ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
ἀλλ᾽ ἄγε πείρησαι, σκέδασον δ᾽ ἀπὸ κήδεα θυμοῦ.
150σοὶ δ᾽ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
’
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
‘Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
155ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
νῦν δὲ μεθ᾽ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
’
τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τ᾽ ἄντην:
‘οὐ γάρ σ᾽ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
160ἄθλων, οἷά τε πολλὰ μετ᾽ ἀνθρώποισι πέλονται,
ἀλλὰ τῷ, ὅς θ᾽ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
κερδέων θ᾽ ἁρπαλέων: οὐδ᾽ ἀθλητῆρι ἔοικας.
’
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.