previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


40ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
κυάνεον δὲ κάλυμμα κατ᾽ ἀμφοτέρων βάλετ᾽ ὤμων,
σεύατο δ᾽ ὥστ᾽ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
μαιομένη: τῇ δ᾽ οὔτις ἐτήτυμα μυθήσασθαι
45ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
οὔτ᾽ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
στρωφᾶτ᾽ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
οὐδέ ποτ᾽ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
50πάσσατ᾽ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
ἀλλ᾽ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε:


πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
55τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
φωνῆς γὰρ ἤκουσ᾽, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
ὅστις ἔην: σοὶ δ᾽ ὦκα λέγω νημερτέα πάντα.


ὣς ἄρ᾽ ἔφη Ἑκάτη: τὴν δ᾽ οὐκ ἠμείβετο μύθῳ
60Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλ᾽ ὦκα σὺν αὐτῇ
ἤιξ᾽ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
Ἠέλιον δ᾽ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
στὰν δ᾽ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων:


ἠέλι᾽, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
65 ἔπει ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα:
κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
τῆς ἀδινὴν ὄπ᾽ ἄκουσα δι᾽ αἰθέρος ἀτρυγέτοιο
ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
70αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
οἴχεται ἠὲ θεῶν καὶ θνητῶν ἀνθρώπων.


ὣς φάτο: τὴν δ᾽ Ὑπεριονίδης ἠμείβετο μύθῳ:


75Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
εἰδήσεις: δὴ γὰρ μέγα σ᾽ ἅζομαι ἠδ᾽ ἐλεαίρω
ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ: οὐδέ τις ἄλλος
αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
ὅς μιν ἔδωκ᾽ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
80αὐτοκασιγνήτῳ: δ᾽ ὑπὸ ζόφον ἠερόεντα
ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
ἀλλά, θεά, κατάπαυε μέγαν γόον: οὐδέ τί σε χρὴ
μὰψ αὔτως ἄπλητον ἔχειν χόλον: οὔ τοι ἀεικὴς
γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
85αὐτοκασίγνητος καὶ ὁμόσπορος: ἀμφὶ δὲ τιμὴν
ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: