previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπείτε γὰρ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν Περίανδρος ἀπέκτεινε, συμφορὴν τοιήνδε οἱ ἄλλην συνέβη πρὸς τῇ γεγονυίῃ γενέσθαι. ἦσάν οἱ ἐκ Μελίσσης δύο παῖδες, ἡλικίην μὲν ἑπτακαίδεκα δὲ ὀκτωκαίδεκα ἔτεα γεγονώς. [2] τούτους μητροπάτωρ Προκλέης ἐὼν Ἐπιδαύρου τύραννος μεταπεμψάμενος παρ᾽ ἑωυτὸν ἐφιλοφρονέετο, ὡς οἰκὸς ἦν θυγατρὸς ἐόντας τῆς ἑωυτοῦ παῖδας. ἐπείτε δὲ σφέας ἀπεπέμπετο, εἶπε προπέμπων αὐτούς [3]ἆρα ἴστε, παῖδες, ὃς ὑμέων τὴν μητέρα ἀπέκτεινε;’ τοῦτο τὸ ἔπος μὲν πρεσβύτερος αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο: δὲ νεώτερος, τῷ οὔνομα ἦν Λυκόφρων, ἤλγησε ἀκούσας οὕτω ὥστε ἀπικόμενος ἐς τὴν Κόρινθον ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα οὔτε προσεῖπε, διαλεγομένῳ τε οὔτε προσδιελέγετο ἱστορέοντί τε λόγον οὐδένα ἐδίδου. τέλος δέ μιν περιθύμως ἔχων Περίανδρος ἐξελαύνει ἐκ τῶν οἰκίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (19 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: