previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κῆρυξ

πάριτ᾽ ἐς τὸ πρόσθεν,
πάριθ᾽, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.

Ἀμφίθεος

45ἤδη τις εἶπε;

Κῆρυξ
τίς ἀγορεύειν βούλεται;

Ἀμφίθεος

ἐγώ.

Κῆρυξ
τίς ὤν;

Ἀμφίθεος
Ἀμφίθεος.

Κῆρυξ
οὐκ ἄνθρωπος;

Ἀμφίθεος
οὔ,
ἀλλ᾽ ἀθάνατος. γὰρ Ἀμφίθεος Δήμητρος ἦν
καὶ Τριπτολέμου: τούτου δὲ Κελεὸς γίγνεται:
γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,
50ἐξ ἧς Λυκῖνος ἐγένε᾽: ἐκ τούτου δ᾽ ἐγὼ
ἀθάνατός εἰμ᾽: ἐμοὶ δ᾽ ἐπέτρεψαν οἱ θεοὶ
σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.
ἀλλ᾽ ἀθάνατος ὢν ὦνδρες ἐφόδι᾽ οὐκ ἔχω:
οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.

Κῆρυξ
οἱ τοξόται.

Ἀμφίθεος

55 Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;

Δικαιόπολις

ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν
τὸν ἄνδρ᾽ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε
σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.

Κῆρυξ

κάθησο, σῖγα.

Δικαιόπολις
μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ,
60ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.

Κῆρυξ

οἱ πρέσβεις οἱ παρὰ βασιλέως.

Δικαιόπολις

ποίου βασιλέως; ἄχθομαι 'γὼ πρέσβεσιν
καὶ τοῖς ταὧσι τοῖς τ᾽ ἀλαζονεύμασιν.

Κῆρυξ

σίγα.

Δικαιόπολις
βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: