previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐριπίδης

ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
τό γ᾽ εἶδος: ἢν λαλῇς δ᾽, ὅπως τῷ φθέγματι
γυναικιεῖς εὖ καὶ πιθανῶς.

Μνησίλοχος
πειράσομαι.

Εὐριπίδης

βάδιζε τοίνυν.

Μνησίλοχος
μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
270ὀμόσῃς ἐμοί

Εὐριπίδης
τί χρῆμα;

Μνησίλοχος
συσσώσειν ἐμὲ
πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.

Εὐριπίδης

ὄμνυμι τοίνυν αἰθέρ᾽ οἴκησιν Διός.

Μνησίλοχος

τί μᾶλλον τὴν Ἱπποκράτους ξυνοικίαν;

Εὐριπίδης

ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.

Μνησίλοχος

275μέμνησο τοίνυν ταῦθ᾽, ὅτι φρὴν ὤμοσεν,
γλῶττα δ᾽ οὐκ ὀμώμοκ᾽: οὐδ᾽ ὥρκωσ᾽ ἐγώ.

Εὐριπίδης

ἔκσπευδε ταχέως: ὡς τὸ τῆς ἐκκλησίας
σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
ἐγὼ δ᾽ ἄπειμι.

Μνησίλοχος
δεῦρό νυν Θρᾷτθ᾽ ἕπου.
280 Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων
ὅσον τὸ χρῆμ᾽ ἀνέρχεθ᾽ ὑπὸ τῆς λιγνύος.
ἀλλ᾽ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με
ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
Θρᾷττα τὴν κίστην κάθελε, κᾆτ᾽ ἔξελε
285τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
δέσποινα πολυτίμητε Δήμητερ φίλη
καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν
290πλουτοῦντος, ἄλλως δ᾽ ἠλιθίου κἀβελτέρου,
καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
ποῦ ποῦ καθίζωμ᾽ ἐν καλῷ, τῶν ῥητόρων
ἵν᾽ ἐξακούω; σὺ δ᾽ ἄπιθ᾽ Θρᾷττ᾽ ἐκποδών.
δούλοις γὰρ οὐκ ἔξεστ᾽ ἀκούειν τῶν λόγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (2):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, THE CASES
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, A. Vokale.
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: