previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


φράζεσθαι δ᾽, εὖτ᾽ ἂν γεράνου φωνὴν ἐπακούσῃς
ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης:
450ἥτ᾽ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην
δεικνύει ὀμβρηροῦ: κραδίην δ᾽ ἔδακ᾽ ἀνδρὸς ἀβούτεω:
δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας:
ῥηίδιον γὰρ ἔπος εἰπεῖν: βόε δὸς καὶ ἄμαξαν:
ῥηίδιον δ᾽ ἀπανήνασθαι: πάρα ἔργα βόεσσιν.
455φησὶ δ᾽ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,
νήπιος, οὐδὲ τὸ οἶδ᾽: ἑκατὸν δέ τε δούρατ᾽ ἀμάξης,
τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.

εὖτ᾽ ἂν δὲ πρώτιστ᾽ ἄροτος θνητοῖσι φανείῃ,
δὴ τότ᾽ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς
460αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθ᾽ ὥρην,
πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
ἦρι πολεῖν: θέρεος δὲ νεωμένη οὔ σ᾽ ἀπατήσει.
νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν:
νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
465

εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ᾽ ἁγνῇ,
ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
ἀρχόμενος τὰ πρῶτ᾽ ἀρότου, ὅτ᾽ ἂν ἄκρον ἐχέτλης
χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι
ἔνδρυον ἑλκόντων μεσάβων. δὲ τυτθὸς ὄπισθε
470δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη
σπέρμα κατακρύπτων: ἐυθημοσύνη γὰρ ἀρίστη
θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
475ἐκ δ᾽ ἀγγέων ἐλάσειας ἀράχνια: καί σε ἔολπα
γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.
εὐοχθέων δ᾽ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους
αὐγάσεαι: σέο δ᾽ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 69
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: