[416ξ]
Σωκράτης
φέρε, τί οἴει σὺ εἶναι τὸ αἴτιον κληθῆναι ἑκάστῳ τῶν ὄντων; ἆρ᾽ οὐκ ἐκεῖνο τὸ τὰ ὀνόματα θέμενον;Ἑρμογένης
πάντως που.Σωκράτης
οὐκοῦν διάνοια ἂν εἴη τοῦτο ἤτοι θεῶν ἢ ἀνθρώπων ἢ ἀμφότερα;Ἑρμογένης
ναί.Σωκράτης
οὐκοῦν τὸ καλέσαν τὰ πράγματα καὶ τὸ καλοῦν ταὐτόν ἐστιν τοῦτο, διάνοια;Ἑρμογένης
φαίνεται.Σωκράτης
οὐκοῦν καὶ ὅσα μὲν ἂν νοῦς τε καὶ διάνοια ἐργάσηται, ταῦτά ἐστι τὰ ἐπαινετά, ἃ δὲ μή, ψεκτά;Ἑρμογένης
πάνυ γε.