[142α]
Εὐκλείδης
ἄρτι, ὦ Τερψίων, ἢ πάλαι ἐξ ἀγροῦ;Τερψσίων
ἐπιεικῶς πάλαι. καὶ σέ γε ἐζήτουν κατ᾽ ἀγορὰν καὶ ἐθαύμαζον ὅτι οὐχ οἷός τ᾽ ἦ εὑρεῖν.Εὐκλείδης
οὐ γὰρ ἦ κατὰ πόλιν.Τερψσίων
ποῦ μήν;Εὐκλείδης
εἰς λιμένα καταβαίνων Θεαιτήτῳ ἐνέτυχον φερομένῳ ἐκ Κορίνθου ἀπὸ τοῦ στρατοπέδου Ἀθήναζε.Τερψσίων
ζῶντι ἢ τετελευτηκότι; [142β] Εὐκλείδης
ζῶντι καὶ μάλα μόλις: χαλεπῶς μὲν γὰρ ἔχει καὶ ὑπὸ τραυμάτων τινῶν, μᾶλλον μὴν αὐτὸν αἱρεῖ τὸ γεγονὸς νόσημα ἐν τῷ στρατεύματι.Τερψσίων
μῶν ἡ δυσεντερία;Εὐκλείδης
ναί.Τερψσίων
οἷον ἄνδρα λέγεις ἐν κινδύνῳ εἶναι.Εὐκλείδης
καλόν τε καὶ ἀγαθόν, ὦ Τερψίων, ἐπεί τοι καὶ νῦν ἤκουόν τινων μάλα ἐγκωμιαζόντων αὐτὸν περὶ τὴν μάχην.Τερψσίων
καὶ οὐδέν γ᾽ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον εἰ [142ξ] μὴ τοιοῦτος ἦν. ἀτὰρ πῶς οὐκ αὐτοῦ Μεγαροῖ κατέλυεν;Εὐκλείδης
ἠπείγετο οἴκαδε: ἐπεὶ ἔγωγ᾽ ἐδεόμην καὶ συνεβούλευον, ἀλλ᾽ οὐκ ἤθελεν. καὶ δῆτα προπέμψας αὐτόν, ἀπιὼν πάλιν ἀνεμνήσθην καὶ ἐθαύμασα Σωκράτους ὡς μαντικῶς ἄλλα τε δὴ εἶπε καὶ περὶ τούτου. δοκεῖ γάρ μοι ὀλίγον πρὸ τοῦ θανάτου ἐντυχεῖν αὐτῷ μειρακίῳ ὄντι, καὶ συγγενόμενός τε καὶ διαλεχθεὶς πάνυ ἀγασθῆναι αὐτοῦ τὴν φύσιν. καί μοι ἐλθόντι Ἀθήναζε τούς τε λόγους οὓς διελέχθη [142δ] αὐτῷ διηγήσατο καὶ μάλα ἀξίους ἀκοῆς, εἶπέ τε ὅτι πᾶσα ἀνάγκη εἴη τοῦτον ἐλλόγιμον γενέσθαι, εἴπερ εἰς ἡλικίαν ἔλθοι.Τερψσίων
καὶ ἀληθῆ γε, ὡς ἔοικεν, εἶπεν. ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι;Εὐκλείδης
οὐ μὰ τὸν Δία, οὔκουν οὕτω γε ἀπὸ στόματος: