previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[707α]

ἔνθα κε σὴ βουλὴ δηλήσεται, οἷ᾽ ἀγορεύεις.

Hom. Il. 14.96
ταῦτ᾽ οὖν ἐγίγνωσκε καὶ ἐκεῖνος, ὅτι κακὸν ἐν θαλάττῃ τριήρεις ὁπλίταις παρεστῶσαι μαχομένοις: καὶ λέοντες ἂν ἐλάφους ἐθισθεῖεν φεύγειν τοιούτοις ἔθεσι χρώμενοι. πρὸς δὲ τούτοις αἱ διὰ τὰ ναυτικὰ πόλεων δυνάμεις ἅμα σωτηρίᾳ τιμὰς οὐ τῷ καλλίστῳ τῶν πολεμικῶν ἀποδιδόασιν: διὰ κυβερνητικῆς γὰρ καὶ πεντηκονταρχίας καὶ ἐρετικῆς, καὶ [707β] παντοδαπῶν καὶ οὐ πάνυ σπουδαίων ἀνθρώπων γιγνομένης, τὰς τιμὰς ἑκάστοις οὐκ ἂν δύναιτο ὀρθῶς ἀποδιδόναι τις. καίτοι πῶς ἂν ἔτι πολιτεία γίγνοιτο ὀρθὴ τούτου στερομένη;

Κλεινίας
σχεδὸν ἀδύνατον. ἀλλὰ μήν, ξένε, τήν γε περὶ Σαλαμῖνα ναυμαχίαν τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους γενομένην ἡμεῖς γε οἱ Κρῆτες τὴν Ἑλλάδα φαμὲν σῶσαι.

Ἀθηναῖος
καὶ γὰρ οἱ πολλοὶ τῶν Ἑλλήνων τε καὶ βαρβάρων [707ξ] λέγουσι ταῦτα. ἡμεῖς δέ, φίλε, ἐγώ τε καὶ ὅδε, Μέγιλλος, φαμὲν τὴν πεζὴν μάχην τὴν ἐν Μαραθῶνι γενομένην καὶ ἐν Πλαταιαῖς, τὴν μὲν ἄρξαι τῆς σωτηρίας τοῖς Ἕλλησι, τὴν δὲ τέλος ἐπιθεῖναι, καὶ τὰς μὲν βελτίους τοὺς Ἕλληνας ποιῆσαι, τὰς δὲ οὐ βελτίους, ἵν᾽ οὕτως λέγωμεν περὶ τῶν τότε συσσωσασῶν ἡμᾶς μαχῶν: πρὸς γὰρ τῇ περὶ Σαλαμῖνα τὴν περὶ τὸ Ἀρτεμίσιόν σοι προσθήσω κατὰ θάλατταν μάχην. [707δ] ἀλλὰ γὰρ ἀποβλέποντες νῦν πρὸς πολιτείας ἀρετήν, καὶ χώρας φύσιν σκοπούμεθα καὶ νόμων τάξιν, οὐ τὸ σῴζεσθαί τε καὶ εἶναι μόνον ἀνθρώποις τιμιώτατον ἡγούμενοι, καθάπερ οἱ πολλοί, τὸ δ᾽ ὡς βελτίστους γίγνεσθαί τε καὶ εἶναι τοσοῦτον χρόνον ὅσον ἂν ὦσιν: εἴρηται δ᾽ ἡμῖν οἶμαι καὶ τοῦτο ἐν τοῖς πρόσθεν.

Κλεινίας
τί μήν;

Ἀθηναῖος
τοῦτο τοίνυν σκοπώμεθα μόνον, εἰ κατὰ τὴν αὐτὴν ὁδὸν ἐρχόμεθα βελτίστην οὖσαν πόλεσι κατοικίσεων πέρι καὶ νομοθεσιῶν.

Κλεινίας
καὶ πολύ γε. [707ε]

Ἀθηναῖος
λέγε δὴ τοίνυν τὸ τούτοις ἑξῆς: τίς κατοικιζόμενος ὑμῖν λεὼς ἔσται; πότερον ἐξ ἁπάσης Κρήτης ἐθέλων, ὡς ὄχλου τινὸς ἐν ταῖς πόλεσιν ἑκάσταις γεγενημένου πλείονος κατὰ τὴν ἐκ τῆς γῆς τροφήν; οὐ γάρ που τὸν βουλόμενόν γε Ἑλλήνων συνάγετε. καίτοι τινὰς ὑμῖν ἔκ τε Ἄργους ὁρῶ καὶ Αἰγίνης καὶ ἄλλοθεν τῶν Ἑλλήνων εἰς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: