previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

67.

Βρασίδας δὲ δύναμιν ἱκανὴν ἀναλαβὼν ἔκ τε Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων ἀνέζευξεν ἐπὶ Μέγαρα. καταπληξάμενος δὲ τοὺς Ἀθηναίους, τούτους μὲν ἐξέβαλεν ἐκ τῆς Νισαίας, τὴν δὲ πόλιν τῶν Μεγαρέων ἐλευθερώσας ἀποκατέστησεν εἰς τὴν τῶν Λακεδαιμονίων συμμαχίαν: αὐτὸς δὲ μετὰ τῆς δυνάμεως διὰ Θετταλίας τὴν πορείαν ποιησάμενος ἧκεν εἰς Δῖον τῆς Μακεδονίας. [2] ἐκεῖθεν δὲ παρελθὼν εἰς Ἄκανθον συνεμάχησε τοῖς Χαλκιδεῦσι. καὶ πρώτην μὲν τὴν Ἀκανθίων πόλιν τὰ μὲν καταπληξάμενος, τὰ δὲ καὶ λόγοις φιλανθρώποις πείσας ἐποίησεν ἀποστῆναι τῶν Ἀθηναίων: ἔπειτα πολλοὺς καὶ τῶν ἄλλων τῶν ἐπὶ Θρᾴκης κατοικούντων προετρέψατο κοινωνεῖν τῆς τῶν Λακεδαιμονίων συμμαχίας. [3] μετὰ δὲ ταῦτα Βρασίδας βουλόμενος ἐνεργότερον ἅψασθαι τοῦ πολέμου, μετεπέμπετο στρατιώτας ἐκ τῆς Λακεδαίμονος, σπεύδων ἀξιόλογον συστήσασθαι δύναμιν: οἱ δὲ Σπαρτιᾶται βουλόμενοι τῶν Εἱλώτων τοὺς κρατίστους ἀπολέσθαι, πέμπουσιν ἐξ αὐτῶν τοὺς μάλιστα πεφρονηματισμένους χιλίους, νομίζοντες ἐν ταῖς μάχαις τοὺς πλείστους αὐτῶν κατακοπήσεσθαι. [4] ἔπραξαν δέ τι καὶ ἄλλο βίαιον καὶ ὠμόν, δι᾽ οὗ ταπεινώσειν ὑπελάμβανον τοὺς Εἵλωτας: ἐκήρυξαν γὰρ ἀπογράφεσθαι τῶν Εἱλώτων τοὺς ἀγαθόν τι πεποιηκότας τῇ Σπάρτῃ, καὶ τούτους κρίναντες ἐλευθερώσειν ἐπηγγείλαντο: ἀπογραψαμένων δὲ δισχιλίων, τούτους μὲν προσέταξαν τοῖς κρατίστοις ἀποκτεῖναι κατ᾽ οἶκον ἑκάστου. [5] σφόδρα γὰρ εὐλαβοῦντο μήποτε καιροῦ δραξάμενοι καὶ μετὰ τῶν πολεμίων ταχθέντες εἰς κίνδυνον ἀγάγωσι τὴν Σπάρτην. οὐ μὴν ἀλλὰ τῷ Βρασίδᾳ παραγενομένων χιλίων Εἱλώτων, ἔκ τε συμμάχων στρατολογηθέντων συνέστη δύναμις ἀξιόχρεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: