previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

68. διὸ καὶ θαρρήσας τῷ πλήθει τῶν στρατιωτῶν ἐστράτευσεν ἐπὶ τὴν καλουμένην Ἀμφίπολιν. ταύτην δὲ τὴν πόλιν πρότερον μὲν ἐπεχείρησεν οἰκίζειν Ἀρισταγόρας Μιλήσιος, φεύγων Δαρεῖον τὸν βασιλέα τῶν Περσῶν: [2] ἐκείνου δὲ τελευτήσαντος, καὶ τῶν οἰκητόρων ἐκπεσόντων ὑπὸ Θρᾳκῶν τῶν ὀνομαζομένων Ἠδωνῶν, μετὰ ταῦτα ἔτεσι δυσὶ πρὸς τοῖς τριάκοντα Ἀθηναῖοι μυρίους οἰκήτορας εἰς αὐτὴν ἐξέπεμψαν. ὁμοίως δὲ καὶ τούτων ὑπὸ Θρᾳκῶν διαφθαρέντων περὶ Δράβησκον, διαλιπόντες ἔτη δύο πάλιν ἀνεκτήσαντο τὴν πόλιν Ἅγνωνος ἡγουμένου. [3] περιμαχήτου δ᾽ αὐτῆς πολλάκις γεγενημένης, ἔσπευδεν Βρασίδας κύριος γενέσθαι τῆς πόλεως. διὸ καὶ στρατεύσας ἐπ᾽ αὐτὴν ἀξιολόγῳ δυνάμει, καὶ στρατοπεδεύσας πλησίον τῆς γεφύρας, τὸ μὲν πρῶτον εἷλε τὸ προάστειον τῆς πόλεως, τῇ δ᾽ ὑστεραίᾳ καταπληξάμενος τοὺς Ἀμφιπολίτας παρέλαβε τὴν πόλιν καθ᾽ ὁμολογίαν, ὥστ᾽ ἐξεῖναι τῷ βουλομένῳ τὰ ἑαυτοῦ λαβόντα ἀπελθεῖν ἐκ τῆς πόλεως. [4] εὐθὺς δὲ καὶ τῶν πλησιοχώρων πόλεων πλείονας προσηγάγετο, ἐν αἷς ἦσαν ἀξιολογώταται Οἰσύμη καὶ Γαληψός, ἀμφότεραι Θασίων ἄποικοι, καὶ Μύρκινον, Ἠδωνικὸν πολισμάτιον. ἐπεβάλετο δὲ καὶ ναυπηγεῖσθαι τριήρεις πλείους ἐπὶ τῷ Στρυμόνι ποταμῷ, καὶ στρατιώτας ἔκ τε Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων συμμάχων μετεπέμπετο. [5] κατεσκεύαζε δὲ καὶ πανοπλίας πολλάς, καὶ τοῖς ἀόπλοις τῶν νέων ἀνεδίδου ταύτας, καὶ βελῶν καὶ σίτου καὶ τῶν ἄλλων ἁπάντων παρασκευὰς ἐποιεῖτο. ὡς δ᾽ αὐτῷ πάντα παρεσκεύαστο, ἀνέζευξεν ἐκ τῆς Ἀμφιπόλεως μετὰ τῆς δυνάμεως, καὶ παραγενόμενος εἰς τὴν καλουμένην Ἀκτὴν κατεστρατοπέδευσεν. ἐν ταύτῃ δ᾽ ὑπῆρχον πέντε πόλεις, ὧν αἱ μὲν Ἑλληνίδες ἦσαν, Ἀνδρίων ἄποικοι, αἱ δὲ εἶχον ὄχλον βαρβάρων διγλώττων Βισαλτικόν. [6] ταύτας δὲ χειρωσάμενος ἐστράτευσεν ἐπὶ πόλιν Τορώνην, ἄποικον μὲν Χαλκιδέων, κατεχομένην δὲ ὑπ᾽ Ἀθηναίων. προδιδόντων δέ τινων τὴν πόλιν, ὑπὸ τούτων εἰσαχθεὶς νυκτὸς ἐκράτησε τῆς Τορώνης ἄνευ κινδύνων. τὰ μὲν οὖν κατὰ τὸν Βρασίδαν μέχρι τούτου προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), OESYME
    • Dictionary of Greek and Roman Geography (1854), THASOS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: