previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27.

ἠρώτησε δὲ τὸν Σόλωνα τίνα τῶν ὄντων εὐδαιμονέστατον ἑώρακεν, ὡς τοῦτό γε πάντως ἀποδοθησόμενον ἑαυτῷ. τοῦ δὲ εἰπόντος ὡς οὐδένα δικαίως ἂν εἰπεῖν ἔχοι διὰ τὸ μηδενὸς τῶν ὄντων ἑωρακέναι τὸ τέλος τοῦ βίου, οὗ χωρὶς οὐδεὶς ἂν προσηκόντως μακάριος νομίζοιτο: πολλάκις γὰρ οἱ τὸν ἔμπροσθεν πάντα βίον εὐδαίμονες δόξαντες εἶναι πρὸς αὐτῇ τῇ τοῦ βίου καταστροφῇ μεγίσταις περιέπεσον συμφοραῖς. [2] δὲ βασιλεύς, οὐδὲ πλουσιώτατον ἄρα με κρίνεις; ἔφη. καὶ Σόλων τὴν αὐτὴν ἀπόκρισιν ποιησάμενος ἐδίδασκεν ὡς οὐ τοὺς πλεῖστα κεκτημένους, ἀλλὰ τοὺς πλείστου ἀξίαν τὴν φρόνησιν ἡγουμένους νομιστέον πλουσιωτάτους: δὲ φρόνησις οὐδενὶ τῶν ἄλλων ἀντίρροπος οὖσα μόνους ποιεῖ τοὺς αὐτὴν περὶ πολλοῦ ποιουμένους μέγιστον καὶ βεβαιότατον ἔχειν πλοῦτον. [3] ἠρώτησε καὶ τὸν Βίαντα, πότερον ὀρθῶς ἐποιήσατο τὴν ἀπόκρισιν Σόλων διήμαρτεν. δὲ ὑπειπών, ὀρθῶς, ἔφη: τὰ γὰρ ἔν σοι βούλεται θεωρήσας ἀγαθὰ διαγνῶναι, νυνὶ δὲ τὰ παρά σοι μόνον ἑώρακεν: εἶναι δὲ δι᾽ ἐκεῖνα μᾶλλον ταῦτα τοὺς ἀνθρώπους εὐδαίμονας. δὲ βασιλεύς, ἀλλ᾽ εἰ τὸν τῶν χρημάτων, ἔφησε, πλοῦτον μὴ προτιμᾷς, τό γε πλῆθος τῶν φίλων ὁρᾷς τοσοῦτον ὑπάρχον ὅσον οὐδενὶ τῶν ἄλλων. δὲ καὶ τοῦτον ἀπεφήνατο τὸν ἀριθμὸν ἄδηλον εἶναι διὰ τὴν εὐτυχίαν. [4] πρὸς δὲ Πιττακὸν εἰπεῖν φασι, ποίαν ἑώρακας ἀρχὴν κρατίστην; τὸν δὲ ἀποκριθῆναι, τὴν τοῦ ποικίλου ξύλου, διασημαίνοντα τοὺς νόμους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: