previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

37.

ὅτι κανηφορούσης ποτὲ τῆς θυγατρὸς Πεισιστράτου, καὶ δοκούσης τῷ κάλλει διαφέρειν, προσελθών τις τῶν νεανίσκων καταπεφρονηκὼς ἐφίλησε τὴν παρθένον. ἀκούσαντες δὲ οἱ τῆς κόρης ἀδελφοὶ βαρέως ἤνεγκαν τὴν ὕβριν, καὶ τὸν νεανίσκον ἀγαγόντες πρὸς τὸν πατέρα δίκην ἠξίουν διδόναι: δὲ Πεισίστρατος γελάσας, καὶ τί τοὺς μισοῦντας ἡμᾶς, ἔφη, ποιήσωμεν, ἐὰν τοὺς φιλοῦντας τιμωρίαις περιβάλωμεν; [2]

ὅτι αὐτὸς διαπορευόμενός ποτε διὰ τῆς χώρας κατενόησεν ἄνθρωπον κατὰ τὸν Ὕμηττον ἐργαζόμενον ἐν χωρίοις λεπτοῖς καθ᾽ ὑπερβολὴν καὶ τραχέσι. θαυμάσας δὲ τὴν φιλεργίαν ἔπεμψε τοὺς ἐρωτήσοντας, τί λαμβάνοι τοιαύτην χώραν ἐργαζόμενος. [3] ὧν ποιησάντων τὸ προσταχθέν, ἐργάτης ἔφησε λαμβάνειν ἐκ τοῦ χωρίου κακὰς ὀδύνας, ἀλλ᾽ οὐθὲν αὐτῷ μέλειν: τούτων γὰρ τὸ ι μέρος Πεισιστράτῳ διδόναι. δὲ δυνάστης ἀκούσας τὸν λόγον καὶ γελάσας ἐποίησε τὸ χωρίον ἀτελές, καὶ ἐντεῦθεν παροιμία, καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν. Const. Exc. 4, pp. 291-293.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: