previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑρμῆς, Ἀπόλλων.

Ἑρμῆς
τί σκυθρωπός, Ἄπολλον;

Ἀπόλλων
ὅτι, Ἑρμῆ, δυστυχῶ ἐν τοῖς ἐρωτικοῖς.

Ἑρμῆς
ἄξιον μὲν λύπης τὸ τοιοῦτο: σὺ δὲ τί δυστυχεῖς; τὸ κατὰ τὴν Δάφνην σε λυπεῖ ἔτι;

Ἀπόλλων
οὐδαμῶς: ἀλλὰ ἐρώμενον πενθῶ τὸν Λάκωνα τὸν Οἰβάλου.

Ἑρμῆς
τέθνηκε γάρ, εἰπέ μοι, Ὑάκινθος;

Ἀπόλλων
καὶ μάλα.

Ἑρμῆς
πρὸς τίνος, Ἄπολλον; τίς οὕτως ἀνέραστος ἦν ὡς ἀποκτεῖναι τὸ καλὸν ἐκεῖνο μειράκιον;

Ἀπόλλων
αὐτοῦ ἐμοῦ τὸ ἔργον.

Ἑρμῆς
οὐκοῦν ἐμάνης, Ἄπολλον;

Ἀπόλλων
οὔκ, ἀλλὰ δυστύχημά τι ἀκούσιον ἐγένετο.

Ἑρμῆς
πῶς; ἐθέλω γὰρ ἀκοῦσαι τὸν τρόπον.

Ἀπόλλων
[2] δισκεύειν ἐμάνθανε κἀγὼ συνεδίσκευον αὐτῷ, δὲ κάκιστα ἀνέμων ἀπολούμενος Ζέφυρος ἤρα [p. 93] μὲν ἐκ πολλοῦ καὶ αὐτός, ἀμελούμενος δὲ καὶ μὴ φέρων τὴν ὑπεροψίαν, ἐγὼ μὲν ἀνέρριψα, ὥσπερ εἰώθειμεν, τὸν δίσκον ἐς τὸ ἄνω, δὲ ἀπὸ τοῦ Ταϋγέτου καταπνεύσας ἐπὶ κεφαλὴν τῷ παιδὶ ἐνέσεισε φέρων αὐτόν, ὥστε ἀπὸ τῆς πληγῆς αἷμά τε ῥυῆναι πολὺ καὶ τὸν παῖδα εὐθέως ἀποθανεῖν. ἀλλὰ ἐγὼ τὸν μὲν Ζέφυρον αὐτίκα ἠμυνάμην κατατοξεύσας, φεύγοντι ἐπισπόμενος ἄχρι τοῦ ὄρους, τῷ παιδὶ δὲ καὶ τὸν τάφον μὲν ἐχωσάμην ἐν Ἀμύκλαις, ὅπου δίσκος αὐτὸν κατέβαλε, καὶ ἀπὸ τοῦ αἵματος ἄνθος ἀναδοῦναι τὴν γῆν ἐποίησα ἥδιστον, Ἑρμῆ, καὶ εὐανθέστατον ἀνθέων ἁπάντων, ἔτι καὶ γράμματα ἔχον ἐπαιάζοντα τῷ νεκρῷ. ἆρά σοι ἀλόγως λελυπῆσθαι δοκῶ;

Ἑρμῆς
ναί, Ἄπολλον: ᾔδεις γὰρ θνητὸν πεποιημένος τὸν ἐρώμενον: ὥστε μὴ ἄχθου ἀποθανόντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: