previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1256α]

ὅλως δὲ περὶ πάσης κτήσεως καὶ χρηματιστικῆς θεωρήσωμεν κατὰ τὸν ὑφηγημένον τρόπον, ἐπείπερ καὶ δοῦλος τῆς κτήσεως μέρος τι ἦν. πρῶτον μὲν οὖν ἀπορήσειεν ἄν τις πότερον χρηματιστικὴ αὐτὴ τῇ οἰκονομικῇ ἐστιν [5] μέρος τι, ὑπηρετική, καὶ εἰ ὑπηρετική, πότερον ὡς κερκιδοποιικὴ τῇ ὑφαντικῇ ὡς χαλκουργικὴ τῇ ἀνδριαντοποιίᾳοὐ γὰρ ὡσαύτως ὑπηρετοῦσιν, ἀλλ᾽ μὲν ὄργανα παρέχει, δὲ τὴν ὕλην: λέγω δὲ ὕλην τὸ ὑποκείμενον ἐξ οὗ τι ἀποτελεῖται ἔργον, οἷον ὑφάντῃ μὲν ἔρια [10] ἀνδριαντοποιῷ δὲ χαλκόν). ὅτι μὲν οὖν οὐχ αὐτὴ οἰκονομικὴ τῇ χρηματιστικῇ, δῆλοντῆς μὲν γὰρ τὸ πορίσασθαι, τῆς δὲ τὸ χρήσασθαι: τίς γὰρ ἔσται χρησομένη τοῖς κατὰ τὴν οἰκίαν παρὰ τὴν οἰκονομικήν;): πότερον δὲ μέρος αὐτῆς ἐστί τι ἕτερον εἶδος, ἔχει διαμφισβήτησιν: [15] εἰ γάρ ἐστι τοῦ χρηματιστικοῦ θεωρῆσαι πόθεν χρήματα καὶ κτῆσις ἔσται, ... δὲ κτῆσις πολλὰ περιείληφε μέρη καὶ πλοῦτος, ὥστε πρῶτον γεωργικὴ πότερον μέρος τι τῆς οἰκονομικῆς ἕτερόν τι γένος, καὶ καθόλου περὶ τὴν τροφὴν ἐπιμέλεια καὶ κτῆσις; ἀλλὰ μὴν εἴδη γε πολλὰ τροφῆς, [20] διὸ καὶ βίοι πολλοὶ καὶ τῶν ζῴων καὶ τῶν ἀνθρώπων εἰσίν: οὐ γὰρ οἷόν τε ζῆν ἄνευ τροφῆς, ὥστε αἱ διαφοραὶ τῆς τροφῆς τοὺς βίους πεποιήκασι διαφέροντας τῶν ζῴων. τῶν τε γὰρ θηρίων τὰ μὲν ἀγελαῖα τὰ δὲ σποραδικά ἐστιν, ὁποτέρως συμφέρει πρὸς τὴν τροφὴν αὐτοῖς διὰ τὸ τὰ μὲν [25] ζῳοφάγα τὰ δὲ καρποφάγα τὰ δὲ παμφάγα αὐτῶν εἶναι, ὥστε πρὸς τὰς ῥᾳστώνας καὶ τὴν αἵρεσιν τὴν τούτων φύσις τοὺς βίους αὐτῶν διώρισεν, ἐπεὶ δ᾽ οὐ ταὐτὸ ἑκάστῳ ἡδὺ κατὰ φύσιν ἀλλὰ ἕτερα ἑτέροις, καὶ αὐτῶν τῶν ζῳοφάγων καὶ τῶν καρποφάγων οἱ βίοι πρὸς ἄλληλα διεστᾶσιν: ὁμοίως δὲ [30] καὶ τῶν ἀνθρώπων. πολὺ γὰρ διαφέρουσιν οἱ τούτων βίοι. οἱ μὲν οὖν ἀργότατοι νομάδες εἰσίν γὰρ ἀπὸ τῶν ἡμέρων τροφὴ ζῴων ἄνευ πόνου γίνεται σχολάζουσιν: ἀναγκαίου δ᾽ ὄντος μεταβάλλειν τοῖς κτήνεσι διὰ τὰς νομὰς καὶ αὐτοὶ ἀναγκάζονται συνακολουθεῖν, ὥσπερ γεωργίαν ζῶσαν [35] γεωργοῦντες): οἱ δ᾽ ἀπὸ θήρας ζῶσι, καὶ θήρας ἕτεροι ἑτέρας, οἷον οἱ μὲν ἀπὸ λῃστείας, οἱ δ᾽ ἀφ᾽ ἁλιείας, ὅσοι λίμνας καὶ ἕλη καὶ ποταμοὺς θάλατταν τοιαύτην προσοικοῦσιν, οἱ δ᾽ ἀπ᾽ ὀρνίθων θηρίων ἀγρίων: τὸ δὲ πλεῖστον γένος τῶν ἀνθρώπων ἀπὸ τῆς γῆς ζῇ καὶ τῶν ἡμέρων καρπῶν. [40]

οἱ μὲν οὖν βίοι τοσοῦτοι σχεδόν εἰσιν, ὅσοι γε αὐτόφυτον ἔχουσι τὴν ἐργασίαν καὶ μὴ δι᾽ ἀλλαγῆς καὶ καπηλείας πορίζονται τὴν τροφήν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: