previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1274β] ᾤκησαν μὲν οὖν διὰ τὴν τοιαύτην αἰτίαν παρὰ τοῖς Θηβαίοις, νομοθέτης δ᾽ αὐτοῖς ἐγένετο Φιλόλαος περί τ᾽ ἄλλων τινῶν καὶ περὶ τῆς παιδοποιίας, οὓς καλοῦσιν ἐκεῖνοι νόμους θετικούς: καὶ τοῦτ᾽ ἐστὶν ἰδίως ὑπ᾽ ἐκείνου νενομοθετημένον, [5] ὅπως ἀριθμὸς σῴζηται τῶν κλήρων. Χαρώνδου δ᾽ ἴδιον μὲν οὐδέν ἐστι πλὴν αἱ δίκαι τῶν ψευδομαρτυριῶνπρῶτος γὰρ ἐποίησε τὴν ἐπίσκηψιν), τῇ δ᾽ ἀκριβείᾳ τῶν νόμων ἐστὶ γλαφυρώτερος καὶ τῶν νῦν νομοθετῶν.

Φαλέου δ᾽ ἴδιον τῶν οὐσιῶν ἀνομάλωσις, Πλάτωνος δ᾽ [10] τε τῶν γυναικῶν καὶ παίδων καὶ τῆς οὐσίας κοινότης καὶ τὰ συσσίτια τῶν γυναικῶν, ἔτι δ᾽ περὶ τὴν μέθην νόμος, τὸ τοὺς νήφοντας συμποσιαρχεῖν, καὶ τὴν ἐν τοῖς πολεμικοῖς ἄσκησιν ὅπως ἀμφιδέξιοι γίνωνται κατὰ τὴν μελέτην, ὡς δέον μὴ τὴν μὲν χρήσιμον εἶναι τοῖν χεροῖν τὴν δὲ [15] ἄχρηστον. Δράκοντος δὲ νόμοι μὲν εἰσί, πολιτείᾳ δ᾽ ὑπαρχούσῃ τοὺς νόμους ἔθηκεν: ἴδιον δ᾽ ἐν τοῖς νόμοις οὐδὲν ἔστιν τι καὶ μνείας ἄξιον, πλὴν χαλεπότης διὰ τὸ τῆς ζημίας μέγεθος. ἐγένετο δὲ καὶ Πιττακὸς νόμων δημιουργὸς ἀλλ᾽ οὐ πολιτείας: νόμος δ᾽ ἴδιος αὐτοῦ τὸ τοὺς μεθύοντας, ἄν [20] τι πταίσωσι, πλείω ζημίαν ἀποτίνειν τῶν νηφόντων: διὰ γὰρ τὸ πλείους ὑβρίζειν μεθύοντας νήφοντας οὐ πρὸς τὴν συγγνώμην ἀπέβλεψεν, ὅτι δεῖ μεθύουσιν ἔχειν μᾶλλον, ἀλλὰ πρὸς τὸ συμφέρον. ἐγένετο δὲ καὶ Ἀνδροδάμας Ῥηγῖνος νομοθέτης Χαλκιδεῦσι τοῖς ἐπὶ Θρᾴκης, οὗ τὰ περί τε τὰ φονικὰ [25] καὶ τὰς ἐπικλήρους ἐστίν: οὐ μὴν ἀλλὰ ἴδιόν γε οὐδὲν αὐτοῦ λέγειν ἔχοι τις ἄν. τὰ μὲν οὖν περὶ τὰς πολιτείας, τάς τε κυρίας καὶ τὰς ὑπὸ τινῶν εἰρημένας, ἔστω τεθεωρημένα τὸν τρόπον τοῦτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (5 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 5.11
  • Cross-references to this page (1):
  • Cross-references in notes to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: