previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1299β] ἐν δὲ ταῖς μικραῖς ἀνάγκη συνάγειν εἰς ὀλίγους πολλὰς ἀρχάςδιὰ γὰρ ὀλιγανθρωπίαν οὐ ῥᾴδιόν ἐστι πολλοὺς ἐν ταῖς ἀρχαῖς εἶναι: τίνες γὰρ οἱ τούτοις ἔσονται διαδεξόμενοι πάλιν;). δέονται δ᾽ ἐνίοτε τῶν [5] αὐτῶν ἀρχῶν καὶ νόμων αἱ μικραὶ ταῖς μεγάλαις: πλὴν αἱ μὲν δέονται πολλάκις τῶν αὐτῶν, ταῖς δ᾽ ἐν πολλῷ χρόνῳ τοῦτο συμβαίνει, διόπερ οὐθὲν κωλύει πολλὰς ἐπιμελείας ἅμα προστάττεινοὐ γὰρ ἐμποδιοῦσιν ἀλλήλαις), καὶ πρὸς τὴν ὀλιγανθρωπίαν ἀναγκαῖον τὰ ἀρχεῖα οἷον [10] ὀβελισκολύχνια ποιεῖν. ἐὰν οὖν ἔχωμεν λέγειν πόσας ἀναγκαῖον ὑπάρχειν πάσῃ πόλει, καὶ πόσας οὐκ ἀναγκαῖον μὲν δεῖ δ᾽ ὑπάρχειν, ῥᾷον ἄν τις εἰδὼς ταῦτα συνίδοι ποίας ἁρμόττει συνάγειν ἀρχὰς εἰς μίαν ἀρχήν. ἁρμόττει δὲ καὶ τοῦτο μὴ λεληθέναι, ποίων δεῖ κατὰ τόπον [15] ἀρχεῖα πολλὰ ἐπιμελεῖσθαι καὶ ποίων πανταχοῦ μίαν ἀρχὴν εἶναι κυρίαν, οἷον εὐκοσμίας πότερον ἐν ἀγορᾷ μὲν ἀγορανόμον, ἄλλον δὲ κατ᾽ ἄλλον τόπον, πανταχοῦ τὸν αὐτόν: καὶ πότερον κατὰ τὸ πρᾶγμα δεῖ διαιρεῖν κατὰ τοὺς ἀνθρώπους, λέγω δ᾽ οἷον ἕνα τῆς εὐκοσμίας, παίδων [20] ἄλλον καὶ γυναικῶν: καὶ κατὰ τὰς πολιτείας δέ, πότερον διαφέρει καθ᾽ ἑκάστην καὶ τὸ τῶν ἀρχῶν γένος οὐθέν, οἷον ἐν δημοκρατίᾳ καὶ ὀλιγαρχίᾳ καὶ ἀριστοκρατίᾳ καὶ μοναρχίᾳ πότερον αἱ αὐταὶ μέν εἰσιν ἀρχαὶ κύριαι, οὐκ ἐξ ἴσων δ᾽ οὐδ᾽ ἐξ ὁμοίων, ἀλλ᾽ ἑτέρων ἐν ἑτέραις, οἷον ἐν μὲν [25] ταῖς ἀριστοκρατίαις ἐκ πεπαιδευμένων, ἐν δὲ ταῖς ὀλιγαρχίαις ἐκ τῶν πλουσίων, ἐν δὲ ταῖς δημοκρατίαις ἐκ τῶν ἐλευθέρων, τυγχάνουσι μέν τινες οὖσαι καὶ κατ᾽ αὐτὰς τὰς διαφορὰς τῶν ἀρχῶν, ἔστι δ᾽ ὅπου συμφέρουσιν αἱ αὐταὶ καὶ ὅπου διαφέρουσαιἔνθα μὲν γὰρ ἁρμόττει μεγάλας [30] ἔνθα δ᾽ εἶναι μικρὰς τὰς αὐτάς).

οὐ μὴν ἀλλὰ καὶ ἴδιαί τινες εἰσίν, οἷον τῶν προβούλων: αὕτη γὰρ οὐ δημοκρατική. βουλὴ δὲ δημοτικόν: δεῖ μὲν γὰρ εἶναί τι τοιοῦτον ἐπιμελὲς ἔσται τοῦ δήμου προβουλεύειν, ὅπως ἀσχολῶν ἔσται, τοῦτο δ᾽, ἐὰν ὀλίγοι τὸν ἀριθμὸν ὦσιν, ὀλιγαρχικόν: τοὺς [35] δὲ προβούλους ὀλίγους ἀναγκαῖον εἶναι τὸ πλῆθος, ὥστ᾽ ὀλιγαρχικόν. ἀλλ᾽ ὅπου ἄμφω αὗται αἱ ἀρχαί, οἱ πρόβουλοι καθεστᾶσιν ἐπὶ τοῖς βουλευταῖς: μὲν γὰρ βουλευτὴς δημοτικόν, δὲ πρόβουλος ὀλιγαρχικόν. καταλύεται δὲ καὶ τῆς βουλῆς δύναμις ἐν ταῖς τοιαύταις δημοκρατίαις ἐν αἷς αὐτὸς συνιὼν δῆμος χρηματίζει περὶ πάντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (2 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 6.7
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), PHYLARCHI
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: