previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1300α] τοῦτο δὲ συμβαίνειν εἴωθεν ὅταν εὐπορία τις μισθοῦ τοῖς ἐκκλησιάζουσιν: σχολάζοντες γὰρ συλλέγονταί τε πολλάκις καὶ ἅπαντα αὐτοὶ κρίνουσιν. παιδονόμος δὲ καὶ γυναικονόμος, [5] καὶ εἴ τις ἄλλος ἄρχων κύριός ἐστι τοιαύτης ἐπιμελείας, ἀριστοκρατικόν, δημοκρατικὸν δ᾽ οὔπῶς γὰρ οἷόν τε κωλύειν ἐξιέναι τὰς τῶν ἀπόρων;), οὐδ᾽ ὀλιγαρχικόντρυφῶσι γὰρ αἱ τῶν ὀλιγαρχούντων).

ἀλλὰ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω νῦν, περὶ δὲ τὰς τῶν ἀρχῶν καταστάσεις [10] πειρατέον ἐξ ἀρχῆς διελθεῖν. εἰσὶ δ᾽ αἱ διαφοραὶ ἐν τρισὶν ὅροις, ὧν συντιθεμένων ἀναγκαῖον πάντας εἰλῆφθαι τοὺς τρόπους. ἔστι δὲ τῶν τριῶν τούτων ἓν μὲν τίνες οἱ καθιστάντες τὰς ἀρχάς, δεύτερον δὲ ἐκ τίνων, λοιπὸν δὲ τίνα τρόπον. ἑκάστου δὲ τῶν τριῶν τούτων διαφοραὶ τρεῖς [15] εἰσιν. γὰρ πάντες οἱ πολῖται καθιστᾶσιν τινές, καὶ ἐκ πάντων ἐκ τινῶν ἀφωρισμένωνοἷον τιμήματι γένει ἀρετῇ τινι τοιούτῳ ἄλλῳ, ὥσπερ ἐν Μεγάροις ἐκ τῶν συγκατελθόντων καὶ συμμαχεσαμένων πρὸς τὸν δῆμον): καὶ ταῦτα αἱρέσει κλήρῳπάλιν ταῦτα συνδυαζόμενα, [20] λέγω δὲ τὰς μὲν τινὲς τὰς δὲ πάντες, καὶ τὰς μὲν ἐκ πάντων τὰς δ᾽ ἐκ τινῶν, καὶ τὰς μὲν αἱρέσει τὰς δὲ κλήρῳ).

τούτων δ᾽ ἑκάστης ἔσονται τῆς διαφορᾶς τρόποι τέσσαρες. γὰρ πάντες ἐκ πάντων αἱρέσει, πάντες ἐκ πάντων κλήρῳκαί ἐξ ἁπάντων, ὡς ἀνὰ μέρος, [25] οἷον κατὰ φυλὰς καὶ δήμους καὶ φατρίας, ἕως ἂν διέλθῃ διὰ πάντων τῶν πολιτῶν, ἀεὶ ἐξ ἁπάντων, — καὶ τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως: πάλιν εἰ τινὲς οἱ καθιστάντες, ἐκ πάντων αἱρέσει ἐκ πάντων κλήρῳ, ἐκ τινῶν αἱρέσει ἐκ τινῶν κλήρῳ, τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως, λέγω [30] δὲ τὰ μὲν ἐκ πάντων αἱρέσει τὰ δὲ κληρῷ καὶ τὰ μὲν ἐκ τινῶν αἱρέσει τὰ δὲ κληρῷ: ὥστε δώδεκα οἱ τρόποι γίνονται χωρὶς τῶν δύο συνδυασμῶν. τούτων δ᾽ αἱ μὲν τρεῖς καταστάσεις δημοτικαί, τὸ πάντας ἐκ πάντων αἱρέσει κλήρῳ γίνεσθαι ἀμφοῖν, τὰς μὲν κλήρῳ τὰς δ᾽ αἱρέσει τῶν ἀρχῶν: τὸ δὲ μὴ πάντας ἅμα μὲν καθιστάναι, [35] ἐξ ἁπάντων δ᾽ ἐκ τινῶν κλήρῳ αἱρέσει ἀμφοῖν, τὰς μὲν ἐκ πάντων τὰς δ᾽ ἐκ τινῶν ἀμφοῖντὸ δὲ ἀμφοῖν λέγω τὰς μὲν κλήρῳ τὰς δ᾽ αἱρέσειπολιτικόν, καὶ τὸ τινὰς ἐκ πάντων αἱρέσει καθιστάναι κλήρῳ ἀμφοῖντὰς μὲν κλήρῳ τὰς δ᾽ αἱρέσει[40] ὀλιγαρχικόν: ὀλιγαρχικώτερον δὲ καὶ τὸ ἐξ ἀμφοῖν. τὸ δὲ τὰς μὲν ἐκ πάντων τὰς δ᾽ ἐκ τινῶν πολιτικὸν ἀριστοκρατικῶς,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: