previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1302β] ἀλλ᾽ ἑτέρους ὁρῶντες τοὺς μὲν δικαίως τοὺς δ᾽ ἀδίκως πλεονεκτοῦντας τούτων: ἔτι διὰ ὕβριν, διὰ φόβον, διὰ ὑπεροχήν, διὰ καταφρόνησιν, διὰ αὔξησιν τὴν παρὰ τὸ ἀνάλογον: ἔτι δὲ ἄλλον τρόπον δι᾽ ἐριθείαν, δι᾽ ὀλιγωρίαν, διὰ μικρότητα, [5] διὰ ἀνομοιότητα. Τούτων δὲ ὕβρις μὲν καὶ κέρδος τίνα ἔχουσι δύναμιν καὶ πῶς αἴτια, σχεδόν ἐστι φανερόν: ὑβριζόντων τε γὰρ τῶν ἐν ταῖς ἀρχαῖς καὶ πλεονεκτούντων στασιάζουσι καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὰς πολιτείας τὰς διδούσας τὴν ἐξουσίαν: δὲ πλεονεξία γίνεται ὁτὲ μὲν ἀπὸ τῶν [10] ἰδίων ὁτὲ δὲ ἀπὸ τῶν κοινῶν. —δῆλον δὲ καὶ τιμή, καὶ τί δύναται καὶ πῶς αἰτία στάσεως: καὶ γὰρ αὐτοὶ ἀτιμαζόμενοι καὶ ἄλλους ὁρῶντες τιμωμένους στασιάζουσιν: ταῦτα δὲ ἀδίκως μὲν γίνεται ὅταν παρὰ τὴν ἀξίαν τιμῶνταί τινες ἀτιμάζωνται, δικαίως δὲ ὅταν κατὰ τὴν ἀξίαν. [15]δι᾽ ὑπεροχὴν δέ, ὅταν τις τῇ δυνάμει μείζων εἷς πλείους κατὰ τὴν πόλιν καὶ τὴν δύναμιν τοῦ πολιτεύματος: γίνεσθαι γὰρ εἴωθεν ἐκ τῶν τοιούτων μοναρχία δυναστεία: διὸ ἐνιαχοῦ εἰώθασιν ὀστρακίζειν, οἷον ἐν Ἄργει καὶ Ἀθήνησιν: καίτοι βέλτιον ἐξ ἀρχῆς ὁρᾶν ὅπως μὴ ἐνέσονται [20] τοσοῦτον ὑπερέχοντες, ἐάσαντας γενέσθαι ἰᾶσθαι ὕστερον. —διὰ δὲ φόβον στασιάζουσιν οἵ τε ἠδικηκότες, δεδιότες μὴ δῶσι δίκην, καὶ οἱ μέλλοντες ἀδικεῖσθαι, βουλόμενοι φθάσαι πρὶν ἀδικηθῆναι, ὥσπερ ἐν Ῥόδῳ συνέστησαν οἱ γνώριμοι ἐπὶ τὸν δῆμον διὰ τὰς ἐπιφερομένας δίκας. [25]διὰ καταφρόνησιν δὲ καὶ στασιάζουσι καὶ ἐπιτίθενται, οἷον ἔν τε ταῖς ὀλιγαρχίαις, ὅταν πλείους ὦσιν οἱ μὴ μετέχοντες τῆς πολιτείαςκρείττους γὰρ οἴονται εἶναι), καὶ ἐν ταῖς δημοκρατίαις οἱ εὔποροι καταφρονήσαντες τῆς ἀταξίας καὶ ἀναρχίας, οἷον καὶ ἐν Θήβαις μετὰ τὴν ἐν Οἰνοφύτοις [30] μάχην κακῶς πολιτευομένων δημοκρατία διεφθάρη, καὶ Μεγαρέων δι᾽ ἀταξίαν καὶ ἀναρχίαν ἡττηθέντων, καὶ ἐν Συρακούσαις πρὸ τῆς Γέλωνος τυραννίδος, καὶ ἐν Ῥόδῳ δῆμος πρὸ τῆς ἐπαναστάσεως.

γίνονται δὲ καὶ δι᾽ αὔξησιν τὴν παρὰ τὸ ἀνάλογον μεταβολαὶ τῶν πολιτειῶν. ὥσπερ [35] γὰρ σῶμα ἐκ μερῶν σύγκειται καὶ δεῖ αὐξάνεσθαι ἀνάλογον ἵνα μένῃ συμμετρία, εἰ δὲ μή, φθείρεται, ὅταν μὲν ποὺς τεττάρων πηχῶν τὸ δ᾽ ἄλλο σῶμα δυοῖν σπιθαμαῖν, ἐνίοτε δὲ κἂν εἰς ἄλλου ζῴου μεταβάλοι μορφήν, εἰ μὴ μόνον κατὰ τὸ ποσὸν ἀλλὰ καὶ κατὰ τὸ ποιὸν [40] αὐξάνοιτο παρὰ τὸ ἀνάλογον, οὕτω καὶ πόλις σύγκειται ἐκ μερῶν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (5 total)
  • Commentary references to this page (2):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 7.155
    • T. G. Tucker, Commentary on Thucydides: Book 8, 8.73
  • Cross-references to this page (2):
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: