previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1314β] μήτε δαπανῶντα εἰς δωρεὰς τοιαύτας ἐφ᾽ αἷς τὰ πλήθη χαλεπαίνουσιν, ὅταν ἀπ᾽ αὐτῶν μὲν λαμβάνωσιν ἐργαζομένων καὶ πονούντων γλίσχρως, διδῶσι δ᾽ ἑταίραις καὶ ξένοις καὶ τεχνίταις ἀφθόνως, λόγον τε [5] ἀποδιδόντα τῶν λαμβανομένων καὶ δαπανωμένων, ὅπερ ἤδη πεποιήκασί τινες τῶν τυράννωνοὕτω γὰρ ἄν τις διοικῶν οἰκονόμος ἀλλ᾽ οὐ τύραννος εἶναι δόξειεν: οὐ δεῖ δὲ φοβεῖσθαι μή ποτε ἀπορήσῃ χρημάτων κύριος ὢν τῆς πόλεως: ἀλλὰ τοῖς γ᾽ ἐκτοπίζουσι τυράννοις ἀπὸ τῆς οἰκείας [10] καὶ συμφέρει τοῦτο μᾶλλον καταλιπεῖν ἀθροίσαντας: ἧττον γὰρ ἂν οἱ φυλάττοντες ἐπιτιθεῖντο τοῖς πράγμασιν, εἰσὶ δὲ φοβερώτεροι τῶν τυράννων τοῖς ἀποδημοῦσιν οἱ φυλάττοντες τῶν πολιτῶν: οἱ μὲν γὰρ συναποδημοῦσιν, οἱ δὲ ὑπομένουσιν): ἔπειτα τὰς εἰσφορὰς καὶ τὰς λειτουργίας [15] δεῖ φαίνεσθαι τῆς τε οἰκονομίας ἕνεκα συνάγοντα, κἄν ποτε δεηθῇ χρῆσθαι πρὸς τοὺς πολεμικοὺς καιρούς, ὅλως τε αὑτὸν παρασκευάζειν φύλακα καὶ ταμίαν ὡς κοινῶν ἀλλὰ μὴ ὡς ἰδίων: καὶ φαίνεσθαι μὴ χαλεπὸν ἀλλὰ σεμνόν, ἔτι δὲ τοιοῦτον ὥστε μὴ φοβεῖσθαι τοὺς ἐντυγχάνοντας [20] ἀλλὰ μᾶλλον αἰδεῖσθαι: τούτου μέντοι τυγχάνειν οὐ ῥᾴδιον ὄντα εὐκαταφρόνητον, διὸ δεῖ κἂν μὴ τῶν ἄλλων ἀρετῶν ἐπιμέλειαν ποιῆται ἀλλὰ τῆς πολεμικῆς, καὶ δόξαν ἐμποιεῖν περὶ αὑτοῦ τοιαύτην: ἔτι δὲ μὴ μόνον αὐτὸν φαίνεσθαι μηδένα τῶν ἀρχομένων ὑβρίζοντα, μήτε νέον μήτε [25] νέαν, ἀλλὰ μηδ᾽ ἄλλον μηδένα τῶν περὶ αὐτόν, ὁμοίως δὲ καὶ τὰς οἰκείας ἔχειν γυναῖκας πρὸς τὰς ἄλλας, ὡς καὶ διὰ γυναικῶν ὕβρεις πολλαὶ τυραννίδες ἀπολώλασιν: περί τε τὰς ἀπολαύσεις τὰς σωματικὰς τοὐναντίον ποιεῖν νῦν τινες τῶν τυράννων ποιοῦσινοὐ γὰρ μόνον εὐθὺς [30] ἕωθεν τοῦτο δρῶσιν, καὶ συνεχῶς πολλὰς ἡμέρας, ἀλλὰ καὶ φαίνεσθαι τοῖς ἄλλοις βούλονται τοῦτο πράττοντες, ἵν᾽ ὡς εὐδαίμονας καὶ μακαρίους θαυμάσωσιν), ἀλλὰ μάλιστα μὲν μετριάζειν τοῖς τοιούτοις, εἰ δὲ μή, τό γε φαίνεσθαι τοῖς ἄλλοις διαφεύγεινοὔτε γὰρ εὐεπίθετος οὔτ᾽ εὐκαταφρόνητος [35] νήφων, ἀλλ᾽ μεθύων, οὐδ᾽ ἄγρυπνος, ἀλλ᾽ καθεύδων): τοὐναντίον τε ποιητέον τῶν πάλαι λεχθέντων σχεδὸν πάντωνκατασκευάζειν γὰρ δεῖ καὶ κοσμεῖν τὴν πόλιν ὡς ἐπίτροπον ὄντα καὶ μὴ τύραννον): ἔτι δὲ τὰ πρὸς τοὺς θεοὺς φαίνεσθαι ἀεὶ σπουδάζοντα διαφερόντωςἧττόν τε [40] γὰρ φοβοῦνται τὸ παθεῖν τι παράνομον ὑπὸ τῶν τοιούτων,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: