previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1328α] σημεῖον δέ: πρὸς γὰρ τοὺς συνήθεις καὶ φίλους θυμὸς αἴρεται μᾶλλον πρὸς τοὺς ἀγνῶτας, ὀλιγωρεῖσθαι νομίσας. διὸ καὶ Ἀρχίλοχος προσηκόντως τοῖς φίλοις ἐγκαλῶν διαλέγεται πρὸς τὸν θυμόν: [5]σὺ γὰρ δὴ παρὰ φίλων ἀπάγχεαι.
καὶ τὸ ἄρχον δὲ καὶ τὸ ἐλεύθερον ἀπὸ τῆς δυνάμεως ταύτης ὑπάρχει πᾶσιν: ἀρχικὸν γὰρ καὶ ἀήττητον θυμός. οὐ καλῶς δ᾽ ἔχει λέγειν χαλεποὺς εἶναι πρὸς τοὺς ἀγνῶτας: πρὸς οὐθένα γὰρ εἶναι χρὴ τοιοῦτον, οὐδέ εἰσιν οἱ μεγαλόψυχοι [10] τὴν φύσιν ἄγριοι, πλὴν πρὸς τοὺς ἀδικοῦντας. τοῦτο δὲ μᾶλλον ἔτι πρὸς τοὺς συνήθεις πάσχουσιν, ὅπερ εἴρηται πρότερον, ἂν ἀδικεῖσθαι νομίσωσιν. καὶ τοῦτο συμβαίνει κατὰ λόγον: παρ᾽ οἷς γὰρ ὀφείλεσθαι τὴν εὐεργεσίαν ὑπολαμβάνουσι, πρὸς τῷ βλάβει καὶ ταύτης ἀποστερεῖσθαι [15] νομίζουσιν: ὅθεν εἴρηται

χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν

Eur. fr. 965
καὶ

οἵ τοι πέρᾳ στέρξαντες, οἵδε καὶ πέρᾳ
μισοῦσιν.

anon. fr. 78 (Nauck)

περὶ μὲν οὖν τῶν πολιτευομένων, πόσους τε ὑπάρχειν δεῖ καὶ ποίους τινὰς τὴν φύσιν, ἔτι δὲ τὴν χώραν πόσην τέ τινα καὶ ποίαν τινά, διώρισται σχεδόνοὐ γὰρ τὴν [20] αὐτὴν ἀκρίβειαν δεῖ ζητεῖν διά τε τῶν λόγων καὶ τῶν γιγνομένων διὰ τῆς αἰσθήσεως). ἐπεὶ δ᾽ ὥσπερ τῶν ἄλλων τῶν κατὰ φύσιν συνεστώτων οὐ ταῦτά ἐστι μόρια τῆς ὅλης συστάσεως ὧν ἄνευ τὸ ὅλον οὐκ ἂν εἴη, δῆλον ὡς οὐδὲ πόλεως μέρη θετέον ὅσα ταῖς πόλεσιν ἀναγκαῖον ὑπάρχειν, [25] οὐδ᾽ ἄλλης κοινωνίας οὐδεμιᾶς ἐξ ἧς ἕν τι τὸ γένοςἓν γάρ τι καὶ κοινὸν εἶναι δεῖ καὶ ταὐτὸ τοῖς κοινωνοῖς, ἄν τε ἴσον ἄν τε ἄνισον μεταλαμβάνωσιν): οἷον εἴτε τροφὴ τοῦτό ἐστιν εἴτε χώρας πλῆθος εἴτ᾽ ἄλλο τι τῶν τοιούτων ἐστίν. ὅταν δ᾽ τὸ μὲν τούτου ἕνεκεν τὸ δ᾽ οὗ ἕνεκεν, οὐθέν ἔν γε τούτοις [30] κοινὸν ἀλλ᾽ τῷ μὲν ποιῆσαι τῷ δὲ λαβεῖν: λέγω δ᾽ οἷον ὀργάνῳ τε παντὶ πρὸς τὸ γιγνόμενον ἔργον καὶ τοῖς δημιουργοῖς: οἰκίᾳ γὰρ πρὸς οἰκοδόμον οὐθέν ἐστιν γίγνεται κοινόν, ἀλλ᾽ ἔστι τῆς οἰκίας χάριν τῶν οἰκοδόμων τέχνη. διὸ κτήσεως μὲν δεῖ ταῖς πόλεσιν, οὐδὲν δ᾽ ἐστὶν κτῆσις μέρος