previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5] οἱ μὲν οὖν οὕτω λέγουσι περὶ τῶν Σακῶν, οἱ δ᾽ ὅτι Κῦρος ἐπιστρατεύσας τοῖς Σάκαις ἡττηθεὶς τῇ μάχῃ φεύγει, στρατοπεδευσάμενος δ᾽ ἐν χωρίῳ τὰς παρασκευὰς ἀπολελοίπει πλήρεις ἀφθονίας ἁπάσης καὶ μάλιστα οἴνου, διαναπαύσας μικρὰ τὴν στρατιάν, ἤλαυνεν ἀφ᾽ ἑσπέρας ὡς φεύγων, πλήρεις ἀφεὶς τὰς σκηνάς: προελθὼν δ᾽ ὅσον ἐδόκει συμφέρειν ἱδρύθη: ἐπιόντες δ᾽ ἐκεῖνοι καὶ καταλαβόντες ἔρημον ἀνδρῶν τὸ στρατόπεδον τῶν δὲ πρὸς ἀπόλαυσιν μεστόν, ἀνέδην ἐνεπίμπλαντο: δ᾽ ὑποστρέψας ἐξοίνους κατέλαβε καὶ παραπλῆγας, ὥσθ᾽ οἱ μὲν ἐν κάρῳ κείμενοι καὶ ὕπνῳ κατεκόπτοντο, οἱ δ᾽ ὀρχούμενοι καὶ βακχεύοντες γυμνοὶ περιέπιπτον τοῖς τῶν πολεμίων ὅπλοις, ὀλίγου δ᾽ ἀπώλοντο ἅπαντες. δὲ θεῖον νομίσας τὸ εὐτύχημα, τὴν ἡμέραν ἐκείνην ἀνιερώσας τῇ πατρίῳ θεῷ προσηγόρευσε Σάκαια: ὅπου δ᾽ ἂν τῆς θεοῦ ταύτης ἱερόν, ἐνταῦθα νομίζεται καὶ τῶν Σακαίων ἑορτὴ βακχεία τις μεθ᾽ ἡμέραν καὶ νύκτωρ, [p. 720] διεσκευασμένων σκυθιστί, πινόντων ἅμα καὶ πληκτιζομένων πρὸς ἀλλήλους ἅμα τε καὶ τὰς συμπινούσας γυναῖκας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: