[4]
διὰ δὲ τῆς Καταονίας ὁ Πύραμος, πλωτός, ἐκ μέσου τοῦ πεδίου τὰς πηγὰς ἔχων: ἔστι δὲ βόθρος ἀξιόλογος, δι᾽ οὗ καθορᾶν ἔστι τὸ ὕδωρ ὑποφερόμενον κρυπτῶς μέχρι πολλοῦ διαστήματος ὑπὸ γῆς, εἶτ᾽ ἀνατέλλον εἰς τὴν ἐπιφάνειαν: τῷ δὲ καθιέντι ἀκόντιον ἄνωθεν εἰς [p. 753] τὸν βόθρον ἡ βία τοῦ ὕδατος ἀντιπράττει τοσοῦτον ὥστε μόλις βαπτίζεσθαι: ἀπλέτῳ δὲ βάθει καὶ πλάτει πολὺς ἐνεχθεὶς ἐπειδὰν συνάψῃ τῷ Ταύρῳ, παράδοξον λαμβάνει τὴν συναγωγήν: παράδοξος δὲ καὶ ἡ διακοπὴ τοῦ ὄρους ἐστὶ δι᾽ ἧς ἄγεται τὸ ῥεῖθρον: καθάπερ γὰρ ἐν ταῖς ῥῆγμα λαβούσαις πέτραις καὶ σχισθείσαις δίχα τὰς κατὰ τὴν ἑτέραν ἐξοχὰς ὁμολόγους εἶναι συμβαίνει ταῖς κατὰ τὴν ἑτέραν εἰσοχαῖς ὥστε κἂν συναρμοσθῆναι δύνασθαι, οὕτως εἴδομεν καὶ τὰς ὑπερκειμένας τοῦ ποταμοῦ πέτρας ἑκατέρωθεν σχεδόν τι μέχρι τῶν ἀκρωρειῶν ἀνατεινούσας ἐν διαστάσει δυεῖν ἢ τριῶν πλέθρων ἀντικείμενα ἐχούσας τὰ κοῖλα ταῖς ἐξοχαῖς: τὸ δὲ ἔδαφος τὸ μεταξὺ πᾶν πέτρινον, βαθύ τι καὶ στενὸν τελέως, ἔχον διὰ μέσου ῥῆγμα ὥστε καὶ κύνα καὶ λαγὼ διάλλεσθαι. τοῦτο δ᾽ ἐστὶ τὸ ῥεῖθρον τοῦ ποταμοῦ ἄχρι χείλους πλῆρες, ὀχετῷ πλατεῖ προσεοικός, διὰ δὲ τὴν σκολιότητα καὶ τὴν ἐκ τοσούτου συναγωγὴν καὶ τὸ1 τῆς φάραγγος βάθος εὐθὺς τοῖς πόρρωθεν προσιοῦσιν ὁ ψόφος βροντῇ προσπίπτει παραπλήσιος: διεκβαίνων δὲ τὰ ὄρη τοσαύτην κατάγει χοῦν ἐπὶ θάλατταν, τὴν μὲν ἐκ τῆς Καταονίας τὴν δὲ ἐκ τῶν Κιλίκων πεδίων, ὥστε ἐπ᾽ αὐτῷ καὶ χρησμὸς ἐκπεπτωκὼς φέρεται τοιοῦτος
“
ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης
ἠιόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται
” παραπλήσιον γάρ τι κἀκεῖ συμβαίνει καὶ ἐν Αἰγύπτῳ, τοῦ Νείλου προσεξηπειροῦντος ἀεὶ τὴν θάλατταν τῇ προσχώσει: καθὸ καὶ Ἡρόδοτος μὲν δῶρον τοῦ ποταμοῦ τὴν Αἴγυπτον εἶπεν, ὁ ποιητὴς δὲ τὴν Φάρον πελαγίαν ὑπάρξαι πρότερον οὐχ ὡς νυνὶ πρόσγειον οὖσαν τῇ Αἰγύπτῳ. [p. 754]
Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Table of Contents:
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (5 total)
- Cross-references in general dictionaries to this page
(5):
- LSJ, διεκ-βαίνω
- LSJ, εἰσοχή
- LSJ, εὐρυοδίνης
- LSJ, προσεξ-ηπειρόω
- LSJ, συνα^γωγ-ή
load
Vocabulary Tool
hide
Search
hideData/Identifiers
Citation URN: urn:cts:greekLit:tlg0099.tlg001.perseus-grc1:12.2.4
Document URN: urn:cts:greekLit:tlg0099.tlg001.perseus-grc1
hide
Display Preferences

