Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19] ἐν δὲ τῷ μεταξὺ Λαμψάκου καὶ Παρίου Παισὸς ἦν πόλις καὶ ποταμός: κατέσπασται δ᾽ ἡ πόλις, οἱ δὲ Παισηνοὶ μετῴκησαν εἰς Λάμψακον, Μιλησίων ὄντες ἄποικοι καὶ αὐτοί, καθάπερ καὶ οἱ Λαμψακηνοί. ὁ δὲ ποιητὴς εἴρηκεν ἀμφοτέρως, καὶ προσθεὶς τὴν πρώτην συλλαβήν “ καὶ δῆμον Ἀπαισοῦ,
”1 καὶ ἀφελών “ ὅς ῥ᾽ ἐνὶ Παισῷ
ναῖε πολυκτήμων
”2 καὶ ὁ ποταμὸς νῦν [p. 826] οὕτω καλεῖται. Μιλησίων δ᾽ εἰσὶ καὶ αἱ Κολωναὶ αἱ ὑπὲρ Λαμψάκου ἐν τῇ μεσογαίᾳ τῆς Λαμψακηνῆς: ἄλλαι δ᾽ εἰσὶν ἐπὶ τῇ ἐκτὸς Ἑλλησποντίᾳ θαλάττῃ, Ἰλίου διέχουσαι σταδίους τετταράκοντα πρὸς τοῖς ἑκατόν: ἐξ ὧν τὸν Κύκνον φασίν. Ἀναξιμένης δὲ καὶ ἐν τῇ Ἐρυθραίᾳ φησὶ λέγεσθαι Κολωνὰς καὶ ἐν τῇ Φωκίδι καὶ ἐν Θετταλίᾳ: ἐν δὲ τῇ Παριανῇ ἔστιν Ἰλιοκολώνη. ἐν δὲ τῇ Λαμψακηνῇ τόπος εὐάμπελος Γεργίθιον: ἦν δὲ καὶ πόλις Γέργιθα ἐκ τῶν ἐν τῇ Κυμαίᾳ Γεργίθων: ἦν γὰρ κἀκεῖ πόλις πληθυντικῶς καὶ θηλυκῶς λεγομένη αἱ Γέργιθες, ὅθενπερ ὁ Γεργίθιος ἦν Κεφάλων: καὶ νῦν ἔτι δείκνυται τόπος ἐν τῇ Κυμαίᾳ Γεργίθιον πρὸς Λαρίσῃ. ἐκ Παρίου μὲν οὖν ὁ γλωσσογράφος κληθεὶς ἦν Νεοπτόλεμος μνήμης ἄξιος, ἐκ Λαμψάκου δὲ Χάρων τε ὁ συγγραφεὺς καὶ Ἀδείμαντος καὶ Ἀναξιμένης ὁ ῥήτωρ καὶ Μητρόδωρος ὁ τοῦ Ἐπικούρου ἑταῖρος: καὶ αὐτὸς δ᾽ Ἐπίκουρος τρόπον τινὰ Λαμψακηνὸς ὑπῆρξε, διατρίψας ἐν Λαμψάκῳ καὶ φίλοις χρησάμενος τοῖς ἀρίστοις τῶν ἐν τῇ πόλει ταύτῃ, τοῖς περὶ Ἰδομενέα καὶ Λεοντέα. ἐντεῦθεν δὲ μετήνεγκεν Ἀγρίππας τὸν πεπτωκότα λέοντα, Λυσίππου ἔργον: ἀνέθηκε δὲ ἐν τῷ ἄλσει τῷ μεταξὺ τῆς λίμνης καὶ τοῦ εὐρίπου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.