Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17] λέγονται δὲ ἀπόγονοι Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα: ὕστερον δὲ Πισιδῶν τῶν ὁμόρων ἐποικησάντων καὶ μετακτισάντων εἰς ἕτερον τόπον εὐερκέστατον ἐν κύκλῳ σταδίων περὶ ἑκατόν. ηὐξήθη δὲ διὰ τὴν εὐνομίαν, καὶ αἱ κῶμαι παρεξέτειναν ἀπὸ Πισιδίας καὶ τῆς ὁμόρου Μιλυάδος ἕως Λυκίας καὶ τῆς Ῥοδίων περαίας: προσγενομένων δὲ τριῶν πόλεων ὁμόρων, Βουβῶνος Βαλβούρων Οἰνοάνδων, τετράπολις τὸ σύστημα ἐκλήθη, μίαν ἑκάστης ψῆφον ἐχούσης, δύο δὲ τῆς Κιβύρας: ἔστελλε γὰρ αὕτη πεζῶν μὲν τρεῖς μυριάδας ἱππέας δὲ δισχιλίους: ἐτυραννεῖτο δ᾽ ἀεί, σωφρόνως δ᾽ ὅμως: ἐπὶ Μοαγέτου δ᾽ ἡ τυραννὶς τέλος ἔσχε, καταλύσαντος αὐτὴν Μουρηνᾶ καὶ Λυκίοις προσορίσαντος τὰ Βάλβουρα καὶ τὴν Βουβῶνα: οὐδὲν δ᾽ ἧττον ἐν ταῖς μεγίσταις ἐξετάζεται διοικήσεσι τῆς Ἀσίας ἡ Κιβυρατική. τέτταρσι δὲ γλώτταις ἐχρῶντο οἱ Κιβυρᾶται, τῇ Πισιδικῇ τῇ Σολύμων τῇ Ἑλληνίδι τῇ Λυδῶν: ... δὲ οὐδ᾽ ἴχνος ἐστὶν ἐν Λυδίᾳ. ἴδιον δ᾽ ἐστὶν ἐν Κιβύρᾳ τὸ τὸν σίδηρον τορεύεσθαι ῥᾳδίως. Μιλύα δ᾽ ἐστὶν ἡ ἀπὸ τῶν κατὰ Τερμησσὸν στενῶν καὶ τῆς εἰς τὸ ἐντὸς τοῦ Ταύρου ὑπερθέσεως δι᾽ αὐτῶν ἐπὶ Ἴσινδα παρατείνουσα ὀρεινὴ μέχρι Σαγαλασσοῦ καὶ τῆς Ἀπαμέων χώρας.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (3 total)
- Cross-references in general dictionaries to this page
(3):
- LSJ, μετακτίζω
- LSJ, παρεκ-τείνω
- LSJ, τορ-εύω
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences