previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

οὐκ ἄξιοι δὲ λόγου τινὲς οἱ μὲν εἶπον ἀπὸ τῶν κατὰ τὸν Ἴστρον τόπων αὐτὸν τὰς ἀρχὰς ἔχειν καὶ ἀπὸ τῆς [p. 143] ἑσπέρας, οὐκ ἐνθυμηθέντες ὡς μεταξὺ Τύρας καὶ Βορυσθένης καὶ Ὕπανις μεγάλοι ποταμοὶ ῥέουσιν εἰς τὸν Πόντον, μὲν τῷ Ἴστρῳ παράλληλος οἱ δὲ τῷ Τανάιδι: οὔτε δὲ τοῦ Τύρα τῶν πηγῶν κατωπτευμένων οὔτε τοῦ Βορυσθένους οὔτε τοῦ Ὑπάνιος, πολὺ ἂν εἴη ἀγνωστότερα τὰ ἐκείνων ἀρκτικώτερα: ὥσθ᾽ δι᾽ ἐκείνων ἄγων ἐπὶ τὴν Μαιῶτιν τὸν Τάναϊν, εἶτ᾽ ἐπιστρέφων ἐπ᾽ αὐτήναἱ γὰρ ἐκβολαὶ φανερῶς ἐν τοῖς προσαρκτίοις μέρεσι τῆς λίμνης δείκνυνται καὶ τούτοις τοῖς ἑωθινωτάτοις), πλαστὸς ἄν τις εἴη καὶ ἀπέραντος λόγος. ὡς δ᾽ αὕτως ἀπέραντος καὶ διὰ τοῦ Καυκάσου πρὸς ἄρκτον φήσας ῥεῖν, εἶτ᾽ ἐπιστρέφειν εἰς τὴν Μαιῶτιν: εἴρηται γὰρ καὶ τοῦτο. ἀπὸ μέντοι τῆς ἀνατολῆς οὐδεὶς εἴρηκε τὴν ῥύσιν: καὶ γὰρ εἰ ἔρρει οὕτως, οὐκ ἂν ὑπεναντίως τῷ Νείλῳ καὶ τρόπον τινὰ κατὰ διάμετρον ῥεῖν αὐτὸν ἀπεφαίνοντο οἱ χαριέστεροι, ὡς ἂν ἐπὶ ταὐτοῦ μεσημβρινοῦ παρακειμένου τινὸς τῆς ῥύσεως οὔσης ἑκατέρῳ ποταμῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: