This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
᾿επεὶ δ᾽ ἀπὸ τῶν προσαλπείων ἐθνῶν ἀρξάμενοι καὶ τῶν πρὸς αὐτοῖς ὀρῶν τῶν Ἀπεννίνων, ἔπειθ᾽ ὑπερβάντες ταῦτα τὴν ἐντὸς ἐπήλθομεν πᾶσαν, ὅση μεταξὺ κεῖται τοῦ Τυρρηνικοῦ πελάγους καὶ τῶν Ἀπεννίνων ὀρῶν τῶν κεκλιμένων πρὸς τὸν Ἀδρίαν μέχρι Σαυνιτῶν καὶ Καμπανῶν, νῦν ἐπανιόντες [p. 331] δηλώσομεν τὰ ἐν τοῖς ὄρεσι τούτοις οἰκοῦντα καὶ ταῖς ὑπωρείαις τῆς τε ἐκτὸς μέχρι τῆς παραλίας τῆς Ἀδριατικῆς καὶ τῆς ἐντός. ἀρκτέον δὲ πάλιν ἀπὸ τῶν Κελτικῶν ὅρων. [2] ῎εστι δ᾽ ἡ Πικεντίνη μετὰ τὰς τῶν Ὀμβρικῶν πόλεις τὰς μεταξὺ Ἀριμίνου καὶ Ἀγκῶνος. ὥρμηνται δ᾽ ἐκ τῆς Σαβίνης οἱ Πικεντῖνοι, δρυοκολάπτου τὴν ὁδὸν ἡγησαμένου τοῖς ἀρχηγέταις, ἀφ᾽ οὗ καὶ τοὔνομα: πῖκον γὰρ τὸν ὄρνιν τοῦτον ὀνομάζουσι, καὶ νομίζουσιν Ἄρεως ἱερόν. οἰκοῦσι δ᾽ ἀπὸ τῶν ὀρῶν ἀρξάμενοι μέχρι τῶν πεδίων καὶ τῆς θαλάττης, ἐπὶ μῆκος ηὐξημένην ἔχοντες μᾶλλον ἢ πλάτος τὴν χώραν, ἀγαθὴν πρὸς ἅπαντα, βελτίω δὲ τοῖς ξυλίνοις καρποῖς ἢ τοῖς σιτικοῖς. ἔστι δ᾽ εὖρος μὲν τὸ ἀπὸ τῶν ὀρῶν ἐπὶ θάλατταν ἀνώμαλον τοῖς διαστήμασι: μῆκος δ᾽ ἀπὸ Αἴσιος ποταμοῦ μέχρι Κάστρου παράπλουν ἔχον σταδίων ὀκτακοσίων. πόλεις δ᾽ Ἀγκὼν μὲν Ἑλληνίς, Συρακουσίων κτίσμα τῶν φυγόντων τὴν Διονυσίου τυραννίδα: κεῖται δ᾽ ἐπ᾽ ἄκρας μὲν λιμένα ἐμπεριλαμβανούσης τῇ πρὸς τὰς ἄρκτους ἐπιστροφῇ, σφόδρα δ᾽ εὔοινός ἐστι καὶ πυροφόρος. πλησίον δ᾽ αὐτῆς Αὔξουμον πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης: εἶτα Σεπτέμπεδα καὶ * Πνευεντία καὶ Ποτεντία καὶ Φίρμον Πικηνόν: ἐπίνειον δὲ ταύτης Κάστελλον. ἐφεξῆς δὲ τὸ τῆς Κύπρας ἱερόν, Τυρρηνῶν ἵδρυμα καὶ κτίσμα: τὴν δ᾽ Ἥραν ἐκεῖνοι Κύπραν καλοῦσιν: εἶτα Τρουεντῖνος ποταμὸς καὶ πόλις ἐπώνυμος: εἶτα Καστρουνόουν καὶ ὁ Ματρῖνος ποταμός, ῥέων ἀπὸ τῆς Ἀδριανῶν πόλεως, ἔχων ἐπίνειον τῆς Ἀδρίας ἐπώνυμον ἑαυτοῦ. ἔστι δ᾽ ἐν τῇ μεσογαίᾳ καὶ αὕτη καὶ τὸ Ἄσκλον τὸ Πικηνόν, ἐρυμνότατον χωρίον καὶ ... ἐφ᾽ ᾧ κεῖται τὸ τεῖχος, καὶ τὰ περικείμενα ὄρη στρατοπέδοις οὐ βάσιμα. ὑπὲρ δὲ [p. 332] τῆς Πικεντίνης Ὀυηστῖνοι τε καὶ Μαρσοὶ καὶ Πελίγνοι καὶ Μαρρουκῖνοι καὶ Φρεντανοί, Σαυνιτικὸν ἔθνος, τὴν ὀρεινὴν κατέχουσιν ἐφαπτόμενοι μικρὰ τῆς θαλάττης. ἔστι δὲ τὰ ἔθνη ταῦτα μικρὰ μὲν ἀνδρικώτατα δὲ καὶ πολλάκις τὴν ἀρετὴν ταύτην ἐπιδεδειγμένα Ῥωμαίοις, πρῶτον μὲν ἡνίκα ἐπολέμουν, δεύτερον δὲ ὅτε συνεστράτευον, τρίτον δ᾽ ὅτε δεόμενοι τυχεῖν ἐλευθερίας καὶ πολιτείας μὴ τυγχάνοντες ἀπέστησαν καὶ τὸν Μαρσικὸν καλούμενον ἐξῆψαν πόλεμον, Κορφίνιον, τὴν τῶν Πελίγνων μητρόπολιν, κοινὴν ἅπασι τοῖς Ἰταλιώταις ἀποδείξαντες πόλιν ἀντὶ τῆς Ῥώμης, ὁρμητήριον τοῦ πολέμου, μετονομασθεῖσαν Ἰταλικήν, καὶ ἐνταῦθα δὴ τοὺς συνεπομένους ἀθροίσαντες καὶ χειροτονήσαντες ὑπάτους καὶ στρατηγούς: δύο δ᾽ ἔτη συνέμειναν ἐν τῷ πολέμῳ μέχρι διεπράξαντο τὴν κοινωνίαν περὶ ἧς ἐπολέμουν. Μαρσικὸν δὲ ὠνόμασαν τὸν πόλεμον ἀπὸ τῶν ἀρξάντων τῆς ἀποστάσεως, καὶ μάλιστα ἀπὸ Πομπαιδίου. τὰ μὲν οὖν ἄλλα κωμηδὸν ζῶσιν, ἔχουσι δὲ καὶ πόλεις ὑπὲρ μὲν τῆς θαλάττης τό τε Κορφίνιον καὶ Σούλμωνα καὶ Μαρούιον καὶ Τεατέαν τὴν τῶν Μαρρουκίνων μητρόπολιν. ἐπ᾽ αὐτῇ δὲ τῇ θαλάττῃ τό τε Ἄτερνον, ὅμορον τῇ Πικεντίνῃ, ὁμώνυμον δὲ τῷ ποταμῷ τῷ διορίζοντι τήν τε Ὀυηστίνην καὶ τὴν Μαρρουκίνην. ῥεῖ γὰρ ἐκ τῆς Ἀμιτερνίνης, διὰ δὲ Ὀυηστίνων, παραλιπὼν ἐν δεξιᾷ τοὺς Μαρρουκίνους ὑπὲρ τῶν Πελίγνων κειμένους, ζεύγματι περατός. τὸ δὲ πόλισμα τὸ ἐπώνυμον αὐτοῦ Ὀυηστίνων μέν ἐστι, κοινῷ δ᾽ ἐπινείῳ χρῶνται καὶ οἱ Πελίγνοι καὶ οἱ Μαρρουκῖνοι: διέχει δὲ τὸ ζεῦγμα τέτταρας καὶ εἴκοσι σταδίους ἀπὸ Κορφινίου. μετὰ δὲ Ἄτερνον Ὄρτων ἐπίνειον Φρεντανῶν, καὶ Βοῦκα καὶ αὐτὴ Φρεντανῶν, ὅμορος Τεάνῳ τῷ [p. 333] Ἀπούλῳ1. μεταξὺ δὲ Ὄρτωνος καὶ Ἀτέρνου ὁ Σάγρος ποταμὸς ὁρίζων τοὺς Φρεντανοὺς ἀπὸ τῶν Πελίγνων. ὁ δὲ παράπλους ἀπὸ τῆς Πικεντίνης ἐπὶ τοὺς Ἀπούλους, οὓς οἱ Ἕλληνες Δαυνίους καλοῦσι, σταδίων ἐστὶν ὅσον τετρακοσίων ἐνενήκοντα. [3] ῾εξῆς δὲ μετὰ τὴν Λατίνην ἐστὶν ἥ τε Καμπανία παρήκουσα τῇ θαλάττῃ, καὶ ὑπὲρ ταύτην ἡ Σαυνῖτις ἐν μεσογαίᾳ μέχρι Φρεντανῶν καὶ τῶν Δαυνίων, εἶτ᾽ αὐτοὶ Δαύνιοι καὶ τἆλλα ἔθνη τὰ μέχρι τοῦ Σικελικοῦ πορθμοῦ. πρῶτον δὲ περὶ τῆς Καμπανίας ῥητέον. ἔστι δ᾽ ἀπὸ τῆς Σινοέσσης ἐπὶ μὲν τὴν ἑξῆς παραλίαν κόλπος εὐμεγέθης μέχρι Μισηνοῦ, κἀκεῖθεν ἄλλος κόλπος πολὺ μείζων τοῦ προτέρου, καλοῦσι δ᾽ αὐτὸν κρατῆρα, ἀπὸ τοῦ Μισηνοῦ μέχρι τοῦ Ἀθηναίου, δυεῖν ἀκρωτηρίων, κολπούμενον. ὑπὲρ δὲ τούτων τῶν ᾐόνων Καμπανία πᾶσα ἵδρυται, πεδίον εὐδαιμονέστατον τῶν ἁπάντων: περίκεινται δ᾽ αὐτῷ γεωλοφίαι τε εὔκαρποι καὶ ὄρη τά τε τῶν Σαυνιτῶν καὶ τὰ τῶν Ὄσκων. Ἀντίοχος μὲν οὖν φησι τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι, τούτους δὲ καὶ Αὔσονας καλεῖσθαι. Πολύβιος δ᾽ ἐμφαίνει δύο ἔθνη νομίζων ταῦτα: Ὀπικοὺς γάρ φησι καὶ Αὔσονας οἰκεῖν τὴν χώραν ταύτην περὶ τὸν κρατῆρα. ἄλλοι δὲ λέγουσιν οἰκούντων Ὀπικῶν πρότερον καὶ Αὐσόνων: οἱ δ᾽ ἐκείνους κατασχεῖν ὕστερον Ὄσκων τι ἔθνος, τούτους δ᾽ ὑπὸ Κυμαίων, ἐκείνους δ᾽ ὑπὸ Τυρρηνῶν ἐκπεσεῖν: διὰ γὰρ τὴν ἀρετὴν περιμάχητον γενέσθαι τὸ πεδίον: δώδεκα δὲ πόλεις ἐγκατοικίσαντας τὴν οἷον κεφαλὴν ὀνομάσαι Καπύην. διὰ δὲ τὴν τρυφὴν εἰς μαλακίαν τραπομένους [p. 334] καθάπερ τῆς περὶ τὸν Πάδον χώρας ἐξέστησαν, οὕτω καὶ ταύτης παραχωρῆσαι Σαυνίταις, τούτους δ᾽ ὑπὸ Ῥωμαίων ἐκπεσεῖν. τῆς δ᾽ εὐκαρπίας ἐστὶ σημεῖον τὸ σῖτον ἐνταῦθα γίνεσθαι τὸν κάλλιστον, λέγω δὲ τὸν πύρινον, ἐξ οὗ καὶ ὁ χόνδρος κρείττων ὢν πάσης καὶ ὀρύζης καὶ ἐν ὀλίγῳ σιτικῆς τροφῆς. ἱστορεῖται δ᾽ ἔνια τῶν πεδίων σπείρεσθαι δι᾽ ἔτους δὶς μὲν τῇ ζειᾷ, τὸ δὲ τρίτον ἐλύμῳ, τινὰ δὲ καὶ λαχανεύεσθαι τῷ τετάρτῳ σπόρῳ. καὶ μὴν τὸν οἶνον τὸν κράτιστον ἐντεῦθεν ἔχουσι Ῥωμαῖοι τὸν Φάλερνον καὶ τὸν Στατανὸν καὶ Καληνόν: ἤδη δὲ καὶ ὁ Συρρεντῖνος ἐνάμιλλος καθίσταται τούτοις, νεωστὶ πειρασθεὶς ὅτι παλαίωσιν δέχεται. ὡς δ᾽ αὕτως εὐέλαιός ἐστι καὶ πᾶσα ἡ περὶ τὸ Ὀυέναφρον ὅμορον τοῖς πεδίοις ὄν. [4] πόλεις δ᾽ ἐπὶ μὲν τῇ θαλάττῃ μετὰ τὴν Σινόεσσαν Λίτερνον, ὅπου τὸ μνῆμα τὸ Σκιπίωνος τοῦ πρώτου προσαγορευθέντος Ἀφρικανοῦ: διέτριψε γὰρ ἐνταῦθα τὸ τελευταῖον ἀφεὶς τὰς πολιτείας κατ᾽ ἀπέχθειαν τὴν πρός τινας. παραρρεῖ δὲ ὁμώνυμος τῇ πόλει ποταμός. ὡς δ᾽ αὕτως καὶ Ὀυουλτοῦρνος ὁμώνυμός ἐστι τῇ παρ᾽ αὐτὸν πόλει ἐφεξῆς κειμένῃ: ῥεῖ δ᾽ οὗτος διὰ Ὀυενάφρου καὶ τῆς Καμπανίας μέσης. ταύταις δ᾽ ἐφεξῆς ἔστι Κύμη Χαλκιδέων καὶ Κυμαίων παλαιότατον κτίσμα: πασῶν γάρ ἐστι πρεσβυτάτη τῶν τε Σικελικῶν καὶ τῶν Ἰταλιωτίδων. οἱ δὲ τὸν στόλον ἄγοντες, Ἱπποκλῆς ὁ Κυμαῖος καὶ Μεγασθένης ὁ Χαλκιδεύς, διωμολογήσαντο πρὸς σφᾶς αὐτούς, τῶν μὲν τὴν ἀποικίαν εἶναι τῶν δὲ τὴν ἐπωνυμίαν: ὅθεν νῦν μὲν προσαγορεύεται Κύμη, κτίσαι δ᾽ αὐτὴν Χαλκιδεῖς δοκοῦσι. πρότερον μὲν οὖν ηὐτύχει ἥ τε πόλις καὶ τὸ Φλεγραῖον καλούμενον πεδίον, ἐν ᾧ τὰ περὶ τοὺς Γίγαντας μυθεύουσιν οὐκ ἄλλοθεν, ὡς εἰκός, ἀλλ᾽ ἐκ [p. 335] τοῦ περιμάχητον τὴν γῆν εἶναι δι᾽ ἀρετήν, ὕστερον δ᾽ οἱ Καμπανοὶ κύριοι καταστάντες τῆς πόλεως ὕβρισαν εἰς τοὺς ἀνθρώπους πολλά: καὶ δὴ καὶ ταῖς γυναιξὶν αὐτῶν συνῴκησαν αὐτοί. ὅμως δ᾽ οὖν ἔτι σώζεται πολλὰ ἴχνη τοῦ Ἑλληνικοῦ κόσμου καὶ τῶν ἱερῶν καὶ τῶν νομίμων. ὠνομάσθαι δ᾽ ἔνιοι Κύμην ἀπὸ τῶν κυμάτων φασί: ῥαχιώδης γὰρ καὶ προσεχὴς ὁ πλησίον αἰγιαλός. εἰσὶ δὲ καὶ κητεῖαι παρ᾽ αὐτοῖς ἄρισται. ἐν δὲ τῷ κόλπῳ τούτῳ καὶ ὕλη τίς ἐστι θαμνώδης ἐπὶ πολλοὺς ἐκτεινομένη σταδίους ἄνυδρος καὶ ἀμμώδης, ἣν Γαλλιναρίαν ὕλην καλοῦσιν. ἐνταῦθα δὴ λῃστήρια συνεστήσαντο οἱ Πομπηίου Σέξτου ναύαρχοι, καθ᾽ ὃν καιρὸν Σικελίαν ἀπέστησεν ἐκεῖνος. [5] πλησίον δὲ τῆς Κύμης τὸ Μισηνὸν ἀκρωτήριον καὶ ἐν τῷ μεταξὺ Ἀχερουσία λίμνη, τῆς θαλάττης ἀνάχυσίς τις τεναγώδης. κάμψαντι δὲ τὸ Μισηνὸν λιμὴν εὐθὺς ὑπὸ τῇ ἄκρᾳ, καὶ μετὰ τοῦτον ἐγκολπίζουσα ᾐὼν εἰς βάθος, ἐν ᾗ αἱ Βαῖαι καὶ τὰ θερμὰ ὕδατα τὰ καὶ πρὸς τρυφὴν καὶ πρὸς θεραπείαν νόσων ἐπιτήδεια. ταῖς δὲ Βαίαις συνεχὴς ὅ τε Λοκρῖνος κόλπος καὶ ἐντὸς τούτου ὁ Ἄορνος χερρόνησον ποιῶν τὴν ἀπολαμβανομένην μέχρι Μισηνοῦ γῆν ἀπὸ2 τῆς μεταξὺ Κύμης καὶ αὐτοῦ. λοιπὸς γάρ ἐστιν ὀλίγων σταδίων ἰσθμὸς διὰ τῆς διώρυγος ἐπ᾽ αὐτὴν Κύμην καὶ τὴν πρὸς αὐτῇ θάλατταν. ἐμύθευον δ᾽ οἱ πρὸ ἡμῶν ἐν τῷ Ἀόρνῳ τὰ περὶ τὴν νέκυιαν τὴν Ὁμηρικήν: καὶ δὴ καὶ νεκυομαντεῖον ἱστοροῦσιν ἐνταῦθα γενέσθαι καὶ Ὀδυσσέα εἰς τοῦτ᾽ ἀφικέσθαι. ἔστι δ᾽ ὁ μὲν Ἄορνος κόλπος ἀγχιβαθὴς καὶ ἀρτίστομος, λιμένος καὶ μέγεθος καὶ φύσιν ἔχων, χρείαν δ᾽ οὐ παρεχόμενος λιμένος [p. 336] διὰ τὸ προκεῖσθαι τὸν Λοκρῖνον κόλπον προσβραχῆ καὶ πολύν. περικλείεται δ᾽ ὁ Ἄορνος ὀφρύσιν ὀρθίαις ὑπερκειμέναις πανταχόθεν πλὴν τοῦ εἴσπλου, νῦν μὲν ἡμέρως ἐκπεπονημέναις πρότερον δὲ συνηρεφέσιν ἀγρίᾳ ὕλῃ μεγαλοδένδρῳ καὶ ἀβάτῳ, αἳ κατὰ δεισιδαιμονίαν κατάσκιον ἐποίουν τὸν κόλπον. προσεμύθευον δ᾽ οἱ ἐπιχώριοι καὶ τοὺς ὄρνεις τοὺς ὑπερπετεῖς γινομένους καταπίπτειν εἰς τὸ ὕδωρ φθειρομένους ὑπὸ τῶν ἀναφερομένων ἀέρων, καθάπερ ἐν τοῖς Πλουτωνίοις. καὶ τοῦτο τὸ χωρίον Πλουτώνιόν τι ὑπελάμβανον καὶ τοὺς Κιμμερίους ἐνταῦθα λέγεσθαι: καὶ εἰσέπλεόν γε προθυσάμενοι καὶ ἱλασάμενοι τοὺς καταχθονίους δαίμονας, ὄντων τῶν ὑφηγουμένων τὰ τοιάδε ἱερέων ἠργολαβηκότων τὸν τόπον. ἔστι δὲ πηγή τις αὐτόθι ποτίμου ὕδατος ἐπὶ τῇ θαλάττῃ: τούτου δ᾽ ἀπείχοντο πάντες τὸ τῆς Στυγὸς ὕδωρ νομίσαντες: καὶ τὸ μαντεῖον ἐνταῦθά που ἵδρυται: τόν τε Πυριφλεγέθοντα ἐκ τῶν θερμῶν ὑδάτων ἐτεκμαίροντο τῶν πλησίον τῆς Ἀχερουσίας. Ἔφορος δὲ τοῖς Κιμμερίοις προσοικειῶν τὸν τόπον φησὶν αὐτοὺς ἐν καταγείοις οἰκίαις οἰκεῖν ἃς καλοῦσιν ἀργίλλας, καὶ διά τινων ὀρυγμάτων παρ᾽ ἀλλήλους τε φοιτᾶν καὶ τοὺς ξένους εἰς τὸ μαντεῖον δέχεσθαι πολὺ ὑπὸ γῆς ἱδρυμένον: ζῆν δ᾽ ἀπὸ μεταλλείας καὶ τῶν μαντευομένων, καὶ τοῦ βασιλέως ἀποδείξαντος αὐτοῖς συντάξεις. εἶναι δὲ τοῖς περὶ τὸ χρηστήριον ἔθος πάτριον μηδένα τὸν ἥλιον ὁρᾶν, ἀλλὰ τῆς νυκτὸς ἔξω πορεύεσθαι τῶν χασμάτων: καὶ διὰ τοῦτο τὸν ποιητὴν περὶ αὐτῶν εἰπεῖν ὡς ἄρα ‘οὐδέ ποτ᾽ αὐτοὺς ἠέλιος φαέθων ἐπιδέρκεται.’ ὕστερον δὲ διαφθαρῆναι τοὺς ἀνθρώπους ὑπὸ βασιλέως τινός, οὐκ ἀποβάντος αὐτῷ τοῦ χρησμοῦ, τὸ δὲ μαντεῖον ἔτι συμμένειν μεθεστηκὸς εἰς ἕτερον τόπον. [p. 337] τοιαῦτα μὲν οἱ πρὸ ἡμῶν ἐμυθολόγουν, νυνὶ δὲ τῆς μὲν ὕλης τῆς περὶ τὸν Ἄορνον κοπείσης ὑπὸ Ἀγρίππα, τῶν δὲ χωρίων κατοικοδομηθέντων, ἀπὸ δὲ τοῦ Ἀόρνου διώρυγος ὑπονόμου τμηθείσης μέχρι Κύμης, ἅπαντ᾽ ἐκεῖνα ἐφάνη μῦθος, τοῦ Κοκκηίου τοῦ ποιήσαντος τὴν διώρυγα ἐκείνην τε καὶ ἐπὶ νέαν πόλιν ἐκ Δικαιαρχείας ἐπὶ ταῖς Βαίαις, ἐπακολουθήσαντός πως τῷ περὶ τῶν Κιμμερίων ἀρτίως λεχθέντι λόγῳ, τυχὸν ἴσως καὶ πάτριον νομίσαντος τῷ τόπῳ τούτῳ δι᾽ ὀρυγμάτων εἶναι τὰς ὁδούς. [6] ῾ο δὲ Λοκρῖνος κόλπος πλατύνεται μέχρι Βαιῶν, χώματι εἰργόμενος ἀπὸ τῆς ἔξω θαλάττης ὀκτασταδίῳ τὸ μῆκος, πλάτος δὲ ἁμαξιτοῦ πλατείας, ὅ φασιν Ἡρακλέα διαχῶσαι τὰς βοῦς ἐλαύνοντα τὰς Γηρυόνου: δεχόμενον δ᾽ ἐπιπολῆς τὸ κῦμα τοῖς χειμῶσιν ὥστε μὴ πεζεύεσθαι ῥᾳδίως Ἀγρίππας ἐπεσκεύασεν. εἴσπλουν δ᾽ ἔχει πλοίοις ἐλαφροῖς, ἐνορμίσασθαι μὲν ἄχρηστος, τῶν ὀστρέων δὲ θήραν ἔχων ἀφθονωτάτην. ἔνιοι δὲ τοῦτον αὐτὸν τὴν λίμνην εἶναι τὴν Ἀχερουσίαν φασίν, Ἀρτεμίδωρος δὲ αὐτὸν τὸν Ἄορνον. τὰς δὲ Βαίας ἐπωνύμους εἶναι λέγουσι Βαίου τῶν Ὀδυσσέως ἑταίρων τινός3. ἑξῆς δ᾽ εἰσὶν αἱ περὶ Δικαιάρχειαν ἀκταὶ καὶ αὐτὴ ἡ πόλις. ἦν δὲ πρότερον μὲν ἐπίνειον Κυμαίων ἐπ᾽ ὀφρύος ἱδρυμένον, κατὰ δὲ τὴν Ἀννίβα στρατείαν συνῴκισαν Ῥωμαῖοι καὶ μετωνόμασαν Ποτιόλους ἀπὸ τῶν φρεάτων: οἱ δ᾽ ἀπὸ τῆς δυσωδίας τῶν ὑδάτων: ἅπαν γὰρ τὸ χωρίον ἐκεῖ μέχρι Βαιῶν καὶ τῆς Κυμαίας4 θείου πλῆρές ἐστι καὶ πυρὸς καὶ θερμῶν ὑδάτων. τινὲς δὲ καὶ Φλέγραν διὰ τοῦτο τὴν Κυμαίαν νομίζουσι κληθῆναι, καὶ τῶν πεπτωκότων Γιγάντων τὰ κεραύνια [p. 338] τραύματα ἀναφέρειν τὰς τοιαύτας προχοὰς τοῦ πυρὸς καὶ τοῦ ὕδατος. ἡ δὲ πόλις ἐμπόριον γεγένηται μέγιστον, χειροποιήτους ἔχουσα ὅρμους διὰ τὴν εὐφυΐαν τῆς ἄμμου: σύμμετρος γάρ ἐστι τῇ τιτάνῳ καὶ κόλλησιν ἰσχυρὰν καὶ πῆξιν λαμβάνει. διόπερ τῇ χάλικι καταμίξαντες τὴν ἀμμοκονίαν προβάλλουσι χώματα εἰς τὴν θάλατταν, καὶ κολποῦσι τὰς ἀναπεπταμένας ᾐόνας ὥστ᾽ ἀσφαλῶς ἐνορμίζεσθαι τὰς μεγίστας ὁλκάδας. ὑπέρκειται δὲ τῆς πόλεως εὐθὺς ἡ τοῦ Ἡφαίστου ἀγορά, πεδίον περικεκλειμένον διαπύροις ὀφρύσι, καμινώδεις ἐχούσαις ἀναπνοὰς πολλαχοῦ καὶ βρωμώδεις ἱκανῶς: τὸ δὲ πεδίον θείου πλῆρές ἐστι συρτοῦ. [7] μετὰ δὲ Δικαιάρχειάν ἐστι Νεάπολις Κυμαίων (ὕστερον δὲ καὶ Χαλκιδεῖς ἐπῴκησαν καὶ Πιθηκουσσαίων τινὲς καὶ Ἀθηναίων, ὥστε καὶ Νεάπολις ἐκλήθη διὰ τοῦτο), ὅπου δείκνυται μνῆμα τῶν Σειρήνων μιᾶς Παρθενόπης, καὶ ἀγὼν συντελεῖται γυμνικὸς κατὰ μαντείαν. ὕστερον δὲ Καμπανῶν τινας ἐδέξαντο συνοίκους διχοστατήσαντες, καὶ ἠναγκάσθησαν τοῖς ἐχθίστοις ὡς οἰκειοτάτοις χρήσασθαι, ἐπειδὴ τοὺς οἰκείους ἀλλοτρίους ἔσχον. μηνύει δὲ τὰ τῶν δημάρχων ὀνόματα τὰ μὲν πρῶτα Ἑλληνικὰ ὄντα, τὰ δ᾽ ὕστερα τοῖς Ἑλληνικοῖς ἀναμὶξ τὰ Καμπανικά. πλεῖστα δ᾽ ἴχνη τῆς Ἑλληνικῆς ἀγωγῆς ἐνταῦθα σώζεται, γυμνάσιά τε καὶ ἐφηβεῖα καὶ φρατρίαι καὶ ὀνόματα Ἑλληνικὰ καίπερ ὄντων Ῥωμαίων. νυνὶ δὲ πεντετηρικὸς ἱερὸς ἀγὼν συντελεῖται παρ᾽ αὐτοῖς μουσικός τε καὶ γυμνικὸς ἐπὶ πλείους ἡμέρας, ἐνάμιλλος τοῖς ἐπιφανεστάτοις τῶν κατὰ τὴν Ἑλλάδα. ἔστι δὲ καὶ ἐνθάδε διῶρυξ κρυπτή, τοῦ μεταξὺ ὄρους τῆς τε Δικαιαρχείας καὶ τῆς Νεαπόλεως ὑπεργασθέντος ὁμοίως ὥσπερ ἐπὶ τὴν Κύμην, ὁδοῦ τε ἀνοιχθείσης ἐναντίοις ζεύγεσι πορευτῆς ἐπὶ [p. 339] πολλοὺς σταδίους: τὰ δὲ φῶτα ἐκ τῆς ἐπιφανείας τοῦ ὄρους, πολλαχόθεν ἐκκοπεισῶν θυρίδων, διὰ βάθους πολλοῦ κατάγεται. ἔχει δὲ καὶ ἡ Νεάπολις θερμῶν ὑδάτων ἐκβολὰς καὶ κατασκευὰς λουτρῶν οὐ χείρους τῶν ἐν Βαίαις, πολὺ δὲ τῷ πλήθει λειπομένας: ἐκεῖ γὰρ ἄλλη πόλις γεγένηται, συνῳκοδομημένων βασιλείων ἄλλων ἐπ᾽ ἄλλοις, οὐκ ἐλάττων τῆς Δικαιαρχείας. ἐπιτείνουσι δὲ τὴν ἐν Νεαπόλει διαγωγὴν τὴν Ἑλληνικὴν οἱ ἐκ τῆς Ῥώμης ἀναχωροῦντες δεῦρο ἡσυχίας χάριν τῶν ἀπὸ παιδείας ἐργασαμένων ἢ καὶ ἄλλων διὰ γῆρας ἢ ἀσθένειαν ποθούντων ἐν ἀνέσει ζῆν: καὶ τῶν Ῥωμαίων δ᾽ ἔνιοι χαίροντες τῷ βίῳ τούτῳ, θεωροῦντες τὸ πλῆθος τῶν ἀπὸ τῆς αὐτῆς ἀγωγῆς ἐπιδημούντων ἀνδρῶν, ἄσμενοι φιλοχωροῦσι καὶ ζῶσιν αὐτόθι. [8] ᾿εχόμενον δὲ φρούριόν ἐστιν Ἡράκλειον ἐκκειμένην εἰς τὴν θάλατταν ἄκραν ἔχον, καταπνεομένην λιβὶ θαυμαστῶς ὥσθ᾽ ὑγιεινὴν ποιεῖν τὴν κατοικίαν. Ὄσκοι δὲ εἶχον καὶ ταύτην καὶ τὴν ἐφεξῆς Πομπηίαν ἣν παραρρεῖ ὁ Σάρνος ποταμός, εἶτα Τυρρηνοὶ καὶ Πελασγοί, μετὰ ταῦτα δὲ Σαυνῖται: καὶ οὗτοι δ᾽ ἐξέπεσον ἐκ τῶν τόπων. Νώλης δὲ καὶ Νουκερίας καὶ Ἀχερρῶν, ὁμωνύμου κατοικίας τῆς περὶ Κρέμωνα, ἐπίνειόν ἐστιν ἡ Πομπηία, παρὰ τῷ Σάρνῳ ποταμῷ καὶ δεχομένῳ τὰ φορτία καὶ ἐκπέμποντι. ὑπέρκειται δὲ τῶν τόπων τούτων ὄρος τὸ Ὀυέσουιον, ἀγροῖς περιοικούμενον παγκάλοις πλὴν τῆς κορυφῆς: αὕτη δ᾽ ἐπίπεδος μὲν πολὺ μέρος ἐστίν, ἄκαρπος δ᾽ ὅλη, ἐκ δὲ τῆς ὄψεως τεφρώδης, καὶ κοιλάδας φαίνει σηραγγώδεις πετρῶν αἰθαλωδῶν κατὰ τὴν χρόαν, ὡς ἂν ἐκβεβρωμένων ὑπὸ πυρός, ὡς τεκμαίροιτ᾽ ἄν τις τὸ χωρίον τοῦτο καίεσθαι πρότερον καὶ ἔχειν κρατῆρας πυρός, σβεσθῆναι δ᾽ [p. 340] ἐπιλιπούσης τῆς ὕλης. τάχα δὲ καὶ τῆς εὐκαρπίας τῆς κύκλῳ τοῦτ᾽ αἴτιον, ὥσπερ ἐν τῇ Κατάνῃ, φασί, τὸ κατατεφρωθὲν μέρος ἐκ τῆς σποδοῦ τῆς ἀνενεχθείσης ὑπὸ τοῦ Αἰτναίου πυρὸς εὐάμπελον τὴν γῆν ἐποίησεν. ἔχει μὲν γὰρ τὸ λιπαῖνον καὶ τὴν ἐκπυρουμένην βῶλον καὶ τὴν ἐκφέρουσαν τοὺς καρπούς: πλεονάζουσα μὲν οὖν τῷ λίπει πρὸς ἐκπύρωσιν ἐπιτηδεία, καθάπερ ἡ θειώδης πᾶσα, ἐξικμασθεῖσα δὲ καὶ λαβοῦσα σβέσιν καὶ ἐκτέφρωσιν εἰς καρπογονίαν μετέβαλε. συνεχὲς δέ ἐστι τῇ Πομπηίᾳ τὸ Συρρεντὸν τῶν Καμπανῶν, ὅθεν πρόκειται τὸ Ἀθήναιον, ὅ τινες Σειρηνουσσῶν ἀκρωτήριον καλοῦσιν: ἔστι δὲ ἐπ᾽ ἄκρῳ μὲν Ἀθηνᾶς ἱερόν, ἵδρυμα Ὀδυσσέως. διάπλους δ᾽ ἐνθένδε βραχὺς εἰς Καπρέας νῆσον. κάμψαντι δὲ τὴν ἄκραν νησῖδές εἰσιν ἔρημοι πετρώδεις ἃς καλοῦσι Σειρῆνας. ἐκ δὲ τοῦ πρὸς Συρρεντὸν μέρους ἱερόν τι δείκνυται καὶ ἀναθήματα παλαιὰ τιμώντων τῶν πλησίον τὸν τόπον. μέχρι μὲν δεῦρο ἔχει τέλος ὁ κόλπος ὁ κρατὴρ προσαγορευόμενος, ἀφοριζόμενος δυσὶν ἀκρωτηρίοις βλέπουσι πρὸς μεσημβρίαν, τῷ τε Μισηνῷ καὶ τῷ Ἀθηναίῳ. ἅπας δ᾽ ἐστὶ κατεσκευασμένος τοῦτο μὲν ταῖς πόλεσιν ἃς ἔφαμεν, τοῦτο δὲ ταῖς οἰκοδομίαις καὶ φυτείαις, αἳ μεταξὺ συνεχεῖς οὖσαι μιᾶς πόλεως ὄψιν παρέχονται. [9] τοῦ μὲν οὖν Μισηνοῦ πρόκειται νῆσος ἡ Προχύτη, Πιθηκουσσῶν δ᾽ ἔστιν ἀπόσπασμα. Πιθηκούσσας δ᾽ Ἐρετριεῖς ᾤκισαν καὶ Χαλκιδεῖς, εὐτυχήσαντες δὲ δι᾽ εὐκαρπίαν καὶ διὰ τὰ χρυσεῖα ἐξέλιπον τὴν νῆσον κατὰ στάσιν, ὕστερον δὲ καὶ ὑπὸ σεισμῶν ἐξελαθέντες καὶ ἀναφυσημάτων πυρὸς καὶ θαλάττης καὶ θερμῶν ὑδάτων: ἔχει γὰρ τοιαύτας ἀποφορὰς ἡ νῆσος, ὑφ᾽ ὧν καὶ οἱ πεμφθέντες παρὰ Ἱέρωνος τοῦ τυράννου τῶν Συρακοσίων ἐξέλιπον τὸ κατασκευασθὲν ὑφ᾽ [p. 341] ἑαυτῶν τεῖχος καὶ τὴν νῆσον: ἐπελθόντες δὲ Νεαπολῖται κατέσχον. ἐντεῦθεν καὶ ὁ μῦθος ὅτι φασὶ τὸν Τυφῶνα ὑποκεῖσθαι τῇ νήσῳ ταύτῃ, στρεφομένου δὲ τὰς φλόγας ἀναφυσᾶσθαι καὶ τὰ ὕδατα, ἔστι δ᾽ ὅτε καὶ νησῖδας ἐχούσας ζέον ὕδωρ. πιθανώτερον δὲ Πίνδαρος εἴρηκεν ἐκ τῶν φαινομένων ὁρμηθείς, ὅτι πᾶς ὁ πόρος οὗτος ἀπὸ τῆς Κυμαίας ἀρξάμενος μέχρι τῆς Σικελίας διάπυρός ἐστι καὶ κατὰ βάθους ἔχει κοιλίας τινὰς εἰς ἓν συναπτούσας πρός τε ἀλλήλας καὶ πρὸς τὴν ἤπειρον. διόπερ ἥ τε Αἴτνη τοιαύτην ἔχειν δείκνυται φύσιν οἵαν ἱστοροῦσιν ἅπαντες, καὶ αἱ τῶν Λιπαραίων νῆσοι καὶ τὰ περὶ τὴν Δικαιάρχειαν καὶ Νεάπολιν καὶ Βαίας χωρία καὶ αἱ Πιθηκοῦσσαι. ταῦτ᾽ οὖν διανοηθεὶς τῷ παντὶ τόπῳ τούτῳ φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνα ‘νῦν γε μὰν ταί θ᾽ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τ᾽ αὐτοῦ πιέζει στέρνα λαχνάεντα.’ καὶ Τίμαιος δὲ περὶ τῶν Πιθηκουσσῶν φησιν ὑπὸ τῶν παλαιῶν πολλὰ παραδοξολογεῖσθαι, μικρὸν δὲ πρὸ ἑαυτοῦ τὸν Ἐπωπέα λόφον ἐν μέσῃ τῇ νήσῳ τιναγέντα ὑπὸ σεισμῶν ἀναβαλεῖν πῦρ καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάττης ἐξῶσαι ἐπὶ τὸ πέλαγος, τὸ δ᾽ ἐκτεφρωθὲν τῆς γῆς μετεωρισμὸν λαβὸν κατασκῆψαι πάλιν τυφωνοειδῶς εἰς τὴν νῆσον, καὶ ἐπὶ τρεῖς τὴν θάλατταν ἀναχωρῆσαι σταδίους, ἀναχωρήσασαν δὲ μετ᾽ οὐ πολὺ ὑποστρέψαι καὶ τῇ παλιρροίᾳ κατακλύσαι τὴν νῆσον, καὶ γενέσθαι σβέσιν τοῦ ἐν αὐτῇ πυρός: ἀπὸ δὲ τοῦ ἤχου τοὺς ἐν τῇ ἠπείρῳ φυγεῖν ἐκ τῆς παραλίας εἰς τὴν ἄνω Καμπανίαν. δοκεῖ δὲ τὰ θερμὰ ὕδατα ἐνταῦθα θεραπεύειν τοὺς λιθιῶντας. αἱ δὲ Καπρέαι δύο πολίχνας εἶχον τὸ παλαιόν, ὕστερον δὲ μίαν. Νεαπολῖται δὲ καὶ ταύτην κατέσχον, πολέμῳ δὲ ἀποβαλόντες τὰς Πιθηκούσσας ἀπέλαβον πάλιν, δόντος αὐτοῖς [p. 342] Καίσαρος τοῦ Σεβαστοῦ, τὰς δὲ Καπρέας ἴδιον ποιησαμένου κτῆμα καὶ κατοικοδομήσαντος. αἱ μὲν οὖν παράλιοι πόλεις τῶν Καμπανῶν καὶ αἱ προκείμεναι νῆσοι τοιαῦται. [10] ᾿εν δὲ τῇ μεσογαίᾳ Καπύη μέν ἐστιν ἡ μητρόπολις, κεφαλὴ τῷ ὄντι κατὰ τὴν ἐτυμότητα τοῦ ὀνόματος: τὰ γὰρ ἄλλα πολίχνια νομίζοιτ᾽ ἂν κατὰ τὴν σύγκρισιν πλὴν Τεάνου Σιδικίνου: καὶ γὰρ αὕτη ἀξιόλογος. κεῖται δ᾽ ἐπὶ τῇ ὁδῷ τῇ Ἀππίᾳ αὕτη τε καὶ τῶν ἄλλων αἱ ἐπὶ Βρεντέσιον ἄγουσαι ἀπ᾽ αὐτῆς, Καλατία καὶ Καύδιον καὶ Βενεουεντόν: ἐπὶ δὲ Ῥώμης Κασιλῖνον ἵδρυται ἐπὶ τῷ Ὀυουλτούρνῳ ποταμῷ, ἐν ᾗ πολιορκούμενοι Πραινεστίνων ἄνδρες τετταράκοντα καὶ πεντακόσιοι πρὸς ἀκμάζοντα Ἀννίβαν ἐπὶ τοσοῦτον ἀντέσχον, ὥσθ᾽ ὑπὸ λιμοῦ διακοσίων δραχμῶν πραθέντος μυός, ὁ μὲν πωλήσας ἀπέθανεν, ἐσώθη δ᾽ ὁ πριάμενος. ἰδὼν δ᾽ αὐτοὺς πλησίον τοῦ τείχους σπείροντας γογγύλην ἐθαύμαζεν, ὡς ἔοικεν, ὁ Ἀννίβας τῆς μακροθυμίας, εἰ ἐλπίζοιεν τέως ἀνθέξειν ἕως τελεσφορήσειεν ἡ γογγύλη: καὶ δὴ περιγενέσθαι πάντας φασὶ πλὴν ἀνδρῶν ὀλίγων τῶν ἢ λιμῷ διαλυθέντων ἢ ἐν ταῖς μάχαις. [11] πρὸς δὲ ταῖς ῥηθείσαις ἔτι καὶ αὗται Καμπαναὶ πόλεις εἰσὶν ὧν ἐμνήσθημεν πρότερον, Κάλης τε καὶ Τέανον Σιδικῖνον, ἃς διορίζουσιν αἱ δύο Τύχαι ἐφ᾽ ἑκάτερα ἱδρυμέναι τῆς Λατίνης ὁδοῦ, καὶ ἔτι Σουέσσουλα καὶ Ἀτέλλα καὶ Νῶλα καὶ Νουκερία καὶ Ἀχέρραι καὶ Ἀβέλλα καὶ ἄλλαι ἔτι ἐλάττους τούτων κατοικίαι, ὧν ἐνίας Σαυνίτιδάς φασιν εἶναι. Σαυνῖται δὲ πρότερον μὲν καὶ μέχρι τῆς Λατίνης τῆς περὶ Ἀρδέαν ἐξοδίας ποιούμενοι, μετὰ δὲ ταῦτα αὐτὴν τὴν Καμπανίαν πορθοῦντες πολλὴν ἐκέκτηντο δύναμιν: καὶ [p. 343] γὰρ ἄλλως δεσποτικῶς ἄρχεσθαι μεμαθηκότες ταχὺ ὑπούργουν τοῖς προστάγμασι. νυνὶ δ᾽ ἐκπεπόνηνται τελέως ὑπό τε ἄλλων καὶ τὸ τελευταῖον ὑπὸ Σύλλα τοῦ μοναρχήσαντος Ῥωμαίων, ὃς ἐπειδὴ πολλαῖς μάχαις καταλύσας τὴν τῶν Ἰταλιωτῶν ἐπανάστασιν τούτους σχεδόν τι μόνους συμμένοντας ἑώρα καὶ ὁμοίως ὁρμῶντας, ὥστε καὶ ἐπ᾽ αὐτὴν τὴν Ῥώμην ἐλθεῖν, συνέστη πρὸ τοῦ τείχους αὐτοῖς, καὶ τοὺς μὲν ἐν τῇ μάχῃ κατέκοψε κελεύσας μὴ ζωγρεῖν τοὺς δὲ ῥίψαντας τὰ ὅπλα, περὶ τρισχιλίους ἄνδρας ἢ τετρακισχιλίους φασίν, εἰς τὴν δημοσίαν ἔπαυλιν τὴν ἐν τῷ Κάμπῳ καταγαγὼν εἷρξε: τρισὶ δὲ ὕστερον ἡμέραις ἐπιπέμψας στρατιώτας ἅπαντας ἀπέσφαξε, προγραφάς τε ποιούμενος οὐκ ἐπαύσατο πρὶν ἢ πάντας τοὺς ἐν ὀνόματι Σαυνιτῶν διέφθειρεν ἢ ἐκ τῆς Ἰταλίας ἐξέβαλε: πρὸς δὲ τοὺς αἰτιωμένους τὴν ἐπὶ τοσοῦτον ὀργὴν ἔφη καταμαθεῖν ἐκ τῆς πείρας, ὡς οὐδέποτ᾽ ἂν εἰρήνην ἀγάγοι Ῥωμαίων οὐδὲ εἷς, ἕως ἂν συμμένωσι καθ᾽ ἑαυτοὺς Σαυνῖται. τοιγάρ τοι νυνὶ κῶμαι γεγόνασιν αἱ πόλεις: ἔνιαι δ᾽ ἐκλελοίπασι τελέως, Βοιανὸν Αἰσερνία Πάννα Τελεσία συνεχὴς Ὀυενάφρῳ καὶ ἄλλαι τοιαῦται, ὧν οὐδεμίαν ἄξιον ἡγεῖσθαι πόλιν: ἡμεῖς δ᾽ ἐπέξιμεν μέχρι τοῦ μετρίου διὰ τὴν τῆς Ἰταλίας δόξαν καὶ δύναμιν. Βενεουεντὸν δ᾽ ὅμως συνέστηκεν εὖ καὶ Ὀυενουσία. [12] περὶ δὲ Σαυνιτῶν καὶ τοιοῦτός τις λόγος φέρεται, διότι πολεμοῦντες Σαβῖνοι πολὺν χρόνον πρὸς τοὺς Ὀμβρικοὺς εὔξαντο, καθάπερ τῶν Ἑλλήνων τινές, τὰ γενόμενα τῷ ἔτει τούτῳ καθιερῶσαι, νικήσαντες δὲ τῶν γενομένων τὰ μὲν κατέθυσαν τὰ δὲ καθιέρωσαν: ἀφορίας δὲ γενηθείσης, εἶπέ τις ὡς ἐχρῆν καθιερῶσαι καὶ τὰ τέκνα. οἱ δ᾽ ἐποίησαν τοῦτο καὶ τοὺς γενομένους τότε παῖδας Ἄρεως ἐπεφήμισαν, ἀνδρωθέντας δ᾽ [p. 344] ἔστειλαν εἰς ἀποικίαν, ἡγήσατο δὲ ταῦρος: ἐν δὲ τῇ τῶν Ὀπικῶν κατευνασθέντος (ἐτύγχανον δὲ κωμηδὸν ζῶντες) ἐκβαλόντες ἐκείνους ἱδρύθησαν αὐτόθι καὶ τὸν ταῦρον ἐσφαγίασαν τῷ Ἄρει τῷ δόντι αὐτὸν ἡγεμόνα κατὰ τὴν τῶν μάντεων ἀπόφασιν. εἰκὸς δὲ διὰ τοῦτο καὶ Σαβέλλους αὐτοὺς ὑποκοριστικῶς ἀπὸ τῶν γονέων προσαγορευθῆναι, Σαμνίτας δ᾽ ἀπ᾽ ἄλλης αἰτίας, οὓς οἱ Ἕλληνες Σαυνίτας λέγουσι. τινὲς δὲ καὶ Λάκωνας συνοίκους αὐτοῖς γενέσθαι φασὶ καὶ διὰ τοῦτο καὶ φιλέλληνας ὑπάρξαι, τινὰς δὲ καὶ Πιτανάτας καλεῖσθαι. δοκεῖ δὲ καὶ Ταραντίνων πλάσμα τοῦτ᾽ εἶναι, κολακευόντων ὁμόρους καὶ μέγα δυναμένους ἀνθρώπους καὶ ἅμα ἐξοικειουμένων, οἵ γε καὶ ὀκτὼ μυριάδας ἔστελλόν ποτε τῆς πεζῆς στρατιᾶς, ἱππέας δ᾽ ὀκτακισχιλίους. φασὶ δὲ νόμον εἶναι παρὰ τοῖς Σαυνίταις καλὸν καὶ προτρεπτικὸν πρὸς ἀρετήν: οὐ γὰρ ἔξεστι διδόναι τὰς θυγατέρας οἷς ἂν ἐθέλωσιν, ἀλλὰ κρίνεσθαι κατὰ ἔτος δέκα μὲν παρθένους δέκα δὲ τῶν νέων τοὺς ἀρίστους καὶ τὰς ἀρίστας: τούτων τῷ πρώτῳ τὴν πρώτην δίδοσθαι, τῷ δευτέρῳ τὴν δευτέραν καὶ ἑξῆς οὕτως: ἐὰν δ᾽ ὁ λαβὼν τὸ γέρας μεταβαλόμενος γένηται πονηρός, ἀτιμάζουσι καὶ ἀφαιροῦνται τὴν δοθεῖσαν. ἑξῆς δ᾽ εἰσὶν Ἱρπῖνοι, καὐτοὶ Σαυνῖται: τοὔνομα δ᾽ ἔσχον ἀπὸ τοῦ ἡγησαμένου λύκου τῆς ἀποικίας: ἵρπον γὰρ καλοῦσιν οἱ Σαυνῖται τὸν λύκον: συνάπτουσι δὲ Λευκανοῖς τοῖς μεσογαίοις. περὶ μὲν Σαυνιτῶν ταῦτα. [13] καμπανοῖς δὲ συνέβη διὰ τὴν τῆς χώρας εὐδαιμονίαν ἐπ᾽ ἴσον ἀγαθῶν ἀπολαῦσαι καὶ κακῶν. ἐπὶ τοσοῦτον γὰρ ἐξετρύφησαν ὥστ᾽ ἐπὶ δεῖπνον ἐκάλουν πρὸς ζεύγη μονομάχων, ὁρίζοντες ἀριθμὸν κατὰ τὴν τῶν συνδείπνων ἀξίαν. Ἀννίβα δ᾽ ἐξ ἐνδόσεως [p. 345] λαβόντος αὐτούς, δεξάμενοι χειμαδίοις τὴν στρατιὰν οὕτως ἐξεθήλυναν ταῖς ἡδοναῖς ὥσθ᾽ ὁ Ἀννίβας ἔφη νικῶν κινδυνεύειν ἐπὶ τοῖς ἐχθροῖς γενέσθαι, γυναῖκας ἀντὶ τῶν ἀνδρῶν τοὺς στρατιώτας ἀπολαβών. Ῥωμαῖοι δὲ κρατήσαντες πολλοῖς κακοῖς ἐσωφρόνισαν αὐτούς, ὕστατα δὲ καὶ κατεκληρούχησαν τὴν γῆν. νυνὶ μέντοι μετ᾽ εὐπραγίας διάγουσι τοῖς ἐποίκοις ὁμονοήσαντες, καὶ τὸ ἀξίωμα φυλάττουσι τὸ ἀρχαῖον καὶ τῷ μεγέθει τῆς πόλεως καὶ κατ᾽ εὐανδρίαν. μετὰ δὲ τὴν Καμπανίαν καὶ τὴν Σαυνῖτιν5 ἐπὶ μὲν τῇ Τυρρηνικῇ θαλάττῃ τὸ τῶν Πικέντων ἔθνος οἰκεῖ, μικρὸν ἀπόσπασμα τῶν ἐν τῷ Ἀδρίᾳ Πικεντίνων, ὑπὸ Ῥωμαίων μετῳκισμένον εἰς τὸν Ποσειδωνιάτην κόλπον, ὃς νῦν Παιστανὸς καλεῖται, καὶ ἡ πόλις ἡ Ποσειδωνία Παιστός, ἐν μέσῳ τῷ κόλπῳ κειμένη. μεταξὺ δὲ τῶν Σειρηνουσσῶν καὶ τῆς Ποσειδωνίας Μαρκῖνα, Τυρρηνῶν κτίσμα οἰκούμενον ὑπὸ Σαυνιτῶν. ἐντεῦθεν εἰς Πομπηίαν διὰ Νουκερίας οὐ πλειόνων ἑκατὸν καὶ εἴκοσι σταδίων ἐστὶν ὁ ἰσθμός. διήκουσι δ᾽ οἱ Πίκεντες μέχρι τοῦ Σιλάριδος ποταμοῦ τοῦ ὁρίζοντος ἀπὸ ταύτης τῆς χώρας τὴν ἀρχαίαν Ἰταλίαν, ἐφ᾽ οὗ τοῦτ᾽ ἴδιον ἱστοροῦσιν περὶ τοῦ ὕδατος ὄντος ποτίμου, τὸ καθιέμενον εἰς αὐτὸ φυτὸν ἀπολιθοῦσθαι φυλάττον τὴν χρόαν καὶ τὴν μορφήν. τῶν δὲ Πικέντων ὑπῆρχε μητρόπολις Πικεντία, νυνὶ δὲ κωμηδὸν ζῶσιν ἀπωσθέντες ὑπὸ Ῥωμαίων διὰ τὴν πρὸς Ἀννίβαν κοινωνίαν: ἀντὶ δὲ στρατείας ἡμεροδρομεῖν καὶ γραμματοφορεῖν ἀπεδείχθησαν ἐν τῷ τότε δημοσίᾳ, καθάπερ καὶ Λευκανοὶ καὶ Βρέττιοι κατὰ τὰς αὐτὰς αἰτίας: ἐπετείχισαν δ᾽ αὐτοῖς Σάλερνον Ῥωμαῖοι φρουρᾶς χάριν μικρὸν ὑπὲρ [p. 346] τῆς θαλάττης: εἰσὶ δ᾽ ἀπὸ Σειρηνουσσῶν ἐπὶ Σίλαριν στάδιοι διακόσιοι ἑξήκοντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.