previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔστι δ᾽ Σικελία τρίγωνος τῷ σχήματι, καὶ διὰ τοῦτο Τρινακρία μὲν πρότερον, Θρινακία δ᾽ ὕστερον προσηγορεύθη μετονομασθεῖσα εὐφωνότερον. τὸ δὲ σχῆμα διορίζουσι τρεῖς ἄκραι, Πελωριὰς μὲν πρὸς τὴν Καῖνυν καὶ τὴν στυλίδα τὴν Ῥηγίνων ποιοῦσα τὸν πορθμόν, Πάχυνος δὲ ἐκκειμένη πρὸς ἕω καὶ τῷ [p. 365] Σικελικῷ κλυζομένη πελάγει, βλέπουσα πρὸς τὴν Πελοπόννησον καὶ τὸν ἐπὶ Κρήτης πόρον: τρίτη δ᾽ ἐστὶν προσεχὴς τῇ Λιβύῃ βλέπουσα πρὸς ταύτην ἅμα καὶ τὴν χειμερινὴν δύσιν, Λιλύβαιον. τῶν δὲ πλευρῶν, ἃς ἀφορίζουσιν αἱ τρεῖς ἄκραι, δύο μέν εἰσι κοῖλαι μετρίως, δὲ τρίτη κυρτή, ἀπὸ τοῦ Λιλυβαίου καθήκουσα πρὸς τὴν Πελωριάδα, ἥπερ μεγίστη ἐστί, σταδίων χιλίων καὶ ἑπτακοσίων, ὡς Ποσειδώνιος εἴρηκε προσθεὶς καὶ εἴκοσι. τῶν δ᾽ ἄλλων ἐπὶ Πάχυνον ἀπὸ τοῦ Λιλυβαίου μείζων τῆς ἑτέρας: ἐλαχίστη δὲ τῷ πορθμῷ καὶ τῇ Ἰταλίᾳ προσεχής, ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸν Πάχυνον, σταδίων ὅσον χιλίων καὶ ἑκατὸν καὶ τριάκοντα. τὸν δὲ περίπλουν Ποσειδώνιος σταδίων τετταρακοσίων ἐπὶ τοῖς τετρακισχιλίοις ἀποφαίνει. ἐν δὲ τῇ χωρογραφίᾳ μείζω λέγεται τὰ διαστήματα κατὰ μέρος διῃρημένα μιλιασμῷ: ἐκ μὲν Πελωριάδος εἰς Μύλας εἴκοσι πέντε: τοσαῦτα δὲ καὶ ἐκ Μυλῶν εἰς Τυνδαρίδα: εἶτα εἰς Ἀγάθυρνον τριάκοντα καὶ τὰ ἴσα εἰς Ἄλαισαν καὶ πάλιν ἴσα εἰς Κεφαλοίδιον: ταῦτα μὲν πολίχνια: εἰς δ᾽ Ἱμέραν ποταμὸν δεκαοκτὼ διὰ μέσης ῥέοντα τῆς Σικελίας: εἶτ᾽ εἰς Πάνορμον τριάκοντα πέντε: δύο δὲ καὶ τριάκοντα εἰς τὸ τῶν Αἰγεσταίων ἐμπόριον: λοιπὰ δὲ εἰς Λιλύβαιον τριάκοντα ὀκτώ. ἐντεῦθεν δὲ κάμψαντι ἐπὶ τὸ συνεχὲς πλευρὸν εἰς μὲν τὸ Ἡράκλειον ἑβδομήκοντα πέντε, ἐπὶ δὲ τὸ Ἀκραγαντίνων ἐμπόριον εἴκοσι, καὶ ἄλλα εἴκοσιν εἰς Καμάριναν: εἶτ᾽ ἐπὶ Πάχυνον πεντήκοντα. ἔνθεν πάλιν κατὰ τὸ τρίτον πλευρὸν εἰς μὲν Συρακούσσας τριάκοντα ἕξ, εἰς δὲ Κατάνην ἑξήκοντα: εἶτ᾽ εἰς Ταυρομένιον τριάκοντα τρία: εἶτ᾽ εἰς Μεσσήνην τριάκοντα. πεζῇ δὲ ἐκ μὲν Παχύνου εἰς Πελωριάδα ἑκατὸν ἑξήκοντα ὀκτώ, ἐκ δὲ Μεσσήνης εἰς Λιλύβαιον τῇ Ὀυαλερίᾳ ὁδῷ [p. 366] διακόσια τριάκοντα πέντε. ἔνιοι δ᾽ ἁπλούστερον εἰρήκασιν, ὥσπερ Ἔφορος, τὸν περίπλουν ἡμερῶν καὶ νυκτῶν πέντε. Ποσειδώνιος δὲ τοῖς κλίμασιν ἀφορίζων τὴν νῆσον1 πρὸς ἄρκτον μὲν τὴν Πελωριάδα, πρὸς νότον δὲ Λιλύβαιον, πρὸς ἕω δὲ τὸν Πάχυνον τίθησιν. ἀνάγκη δέ, τῶν κλιμάτων ἐν παραλληλογράμμῳ σχήματι διαστελλομένων, τὰ ἐγγραφόμενα τρίγωνα καὶ μάλιστα ὅσα σκαληνὰ καὶ ὧν οὐδεμία πλευρὰ οὐδεμιᾷ τῶν τοῦ παραλληλογράμμου ἐφαρμόττει, ἀναρμόστως ἔχειν πρὸς τὰ κλίματα διὰ τὴν λόξωσιν. ὅμως δ᾽ οὖν ἐν τοῖς τῆς Σικελίας τῇ Ἰταλίᾳ πρὸς νότον κειμένης Πελωριὰς ἀρκτικωτάτη λέγοιτ᾽ ἂν καλῶς τῶν τριῶν γωνιῶν, ὥσθ᾽ ἐπιζευγνυμένη ἀπ᾽ αὐτῆς ἐπὶ τὸν Πάχυνον, ὃν ἐκκεῖσθαι πρὸς ἕω ἔφαμεν, ἅμα πρὸς ἄρκτον βλέπουσα ποιήσει τὴν πλευρὰν τὴν πρὸς τὸν πορθμόν. δεῖ δ᾽ ἐπιστροφὴν μικρὰν λαμβάνειν ἐπὶ χειμερινὰς ἀνατολάς: οὕτω γὰρ ᾐὼν παρακλίνει προϊοῦσιν ἀπὸ τῆς Κατάνης ἐπὶ τὰς Συρακούσσας καὶ τὸν Πάχυνον. δίαρμα δ᾽ ἐστὶν ἀπὸ τοῦ Παχύνου πρὸς τὸ στόμα τοῦ Ἀλφειοῦ στάδιοι τετρακισχίλιοι. Ἀρτεμίδωρος δ᾽ ἀπὸ τοῦ Παχύνου φήσας ἐπὶ Ταίναρον εἶναι τετρακισχιλίους καὶ ἑξακοσίους, ἀπὸ δ᾽ Ἀλφειοῦ ἐπὶ Παμισὸν χιλίους ἑκατὸν τριάκοντα, παρασχεῖν ἂν δοκεῖ μοι λόγον μὴ οὐχ ὁμολογούμενα λέγῃ τῷ φήσαντι τετρακισχιλίους εἶναι τοὺς ἐπὶ τὸν Ἀλφειὸν ἀπὸ τοῦ Παχύνου. δ᾽ ἀπὸ Παχύνου πρὸς Λιλύβαιονἑσπεριώτερον δὲ τῆς Πελωριάδος2 ἐστὶνἱκανῶς ἂν καὐτὴ λοξοῖτο ἀπὸ τοῦ μεσημβρινοῦ σημείου πρὸς τὴν ἑσπέραν, βλέποι δὲ ἂν ἅμα πρός τε τὴν ἕω καὶ πρὸς τὸν νότον, τῇ μὲν ὑπὸ τοῦ Σικελικοῦ πελάγους [p. 367] κλυζομένη, τῇ δ᾽ ὑπὸ τοῦ Λιβυκοῦ τοῦ πρὸς τὰς Σύρτεις διήκοντος ἀπὸ τῆς Καρχηδονίας. ἔστι δὲ καὶ ἀπὸ Λιλυβαίου τοὐλάχιστον δίαρμα ἐπὶ Λιβύην χίλιοι καὶ πεντακόσιοι περὶ Καρχηδόνα: καθ᾽ δὴ λέγεταί τις τῶν ὀξυδορκούντων ἀπό τινος σκοπῆς ἀπαγγέλλειν τὸν ἀριθμὸν τῶν ἀναγομένων ἐκ Καρχηδόνος σκαφῶν τοῖς ἐν Λιλυβαίῳ. ἀπὸ δὲ τοῦ Λιλυβαίου τὴν ἐπὶ Πελωριάδα πλευρὰν ἀνάγκη λοξοῦσθαι πρὸς ἕω καὶ βλέπειν πρὸς τὸ μεταξὺ τῆς ἑσπέρας καὶ τῆς ἄρκτου, πρὸς ἄρκτον μὲν ἔχουσαν τὴν Ἰταλίαν πρὸς δύσιν δὲ τὸ Τυρρηνικὸν πέλαγος καὶ τὰς Αἰόλου νήσους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: