Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:

Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7] ἡ μὲν οὖν πόλις ἡ τῶν Ἀργείων ἐν χωρίοις ἐπιπέδοις ἵδρυται τὸ πλέον, ἄκραν δ᾽ ἔχει τὴν καλουμένην Λάρισαν, λόφον εὐερκῆ μετρίως ἔχοντα ἱερὸν Διός: ῥεῖ δ᾽ αὐτῆς πλησίον ὁ Ἴναχος χαραδρώδης ποταμὸς τὰς πηγὰς ἔχων ἐκ Λυρκείου1. περὶ δὲ τῶν μυθευομένων πηγῶν εἴρηται διότι πλάσματα ποιητῶν ἐστί: πλάσμα δὲ καὶ τὸ Ἄργος ἄνυδρον ‘θεοὶ δ᾽ αὖ θέσαν Ἄργος ἔνυδρον’ τῆς τε χώρας κοίλης οὔσης καὶ ποταμοῖς διαρρεομένης καὶ ἕλη καὶ λίμνας παρεχομένης, καὶ τῆς πόλεως εὐπορουμένης ὕδασι φρεάτων πολλῶν καὶ ἐπιπολαίων. αἰτιῶνται δὲ τῆς ἀπάτης τὸ “ καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην.
”2τοῦτο δ᾽ ἤτοι [p. 526] ἀντὶ τοῦ πολυπόθητον κεῖται, ἢ χωρὶς τοῦ δ πολυίψιον, ὡς “ πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε
”3 φησὶ Σοφοκλῆς: τὸ γὰρ4 ἴψασθαι φθοράν τινα καὶ βλάβην σημαίνει “ νῦν μὲν πειρᾶται, τάχα δ᾽ ἴψεται υἷας Ἀχαιῶν
”5“ κατὰ χρόα καλὸν ἰάψῃ:
”6“ Ἄιδι προίαψεν
”7 ἄλλως τε οὐ τὴν πόλιν λέγει τὸ Ἄργος (οὐ γὰρ ἐκεῖσε ἔμελλεν ἀφίξεσθαι) ἀλλὰ τὴν Πελοπόννησον, οὐ δήπου καὶ ταύτην διψηρὰν οὖσαν. καὶ σὺν τῷ <δ> δὲ ὑπερβατῶς δέχονταί τινες κατὰ συναλιφὴν μετὰ τοῦ συνδέσμου τοῦ δέ, ἵν᾽ ᾖ οὕτως ‘καί κεν ἐλέγχιστος πολὺ δ᾽ ἴψιον Ἄργος ἱκοίμην,’ ... πολυίψιον Ἄργοσδε ἱκοίμην ἀντὶ τοῦ εἰς Ἄργος.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (7 total)
- Commentary references to this page
(1):
- Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 378
- Cross-references in general dictionaries to this page
(6):
- LSJ, ἴπτομαι
- LSJ, κεῖμαι
- LSJ, πολυ-δίψιος
- LSJ, πολυ^-πόθητος
- LSJ, συνα^λι^φή
- LSJ, ὑπερβα^τ-ός
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences