Click on a word to bring up parses, dictionary entries, and frequency statistics
1 post ταύτας: ἀνάγκη γὰρ πρὸς εὐεργεσίαν εὐφυῆ γενόμενον ἐκεῖνον πρὸς τὴν τῶν θεῶν τούτων ὁρμῆσαι τιμήν, ὥστε ταύτην μὲν ἐκέκτητο ἤδη τὴν δύναμιν. ἀλλὰ πρὸς ταύτῃ καὶ χρημάτων ἔδει: οὔτε γὰρ μὴ ἔχων τις πολλὰ διδοίη ἂν πολλά, ῞ο τε μὴ λαμβάνων πολλὰ οὐκ ἂν ἒχοι πολλά: εἰ δ᾽ ἀμφότερα συνέχει, τὴν ἀμοιβὴν ἔχει. τὸ γὰρ κενούμενον ἅμα καὶ πληρούμενον πρὸς τὴν χρείαν ἀεὶ πλῆρές ἐστιν, ὁ δὲ διδοὺς μὲν μὴ λαμβάνων δὲ οὐδ᾽ ἂν ἐπὶ θάτερα κατορθοίη: παύσεται ψὰρ διδοὺς ἐπιλείποντος τοῦ ταμείου, παύσονται δὲ καὶ οἱ διδόντες τῷ λαμβάνοντι μόνον, χαριζομένω δὲ μηδέν, ὥστ᾽ οὐδ᾽ οὗτος ἑτέρως ἂν κατορθοίη. ὅμοια δὲ καὶ περὶ δυνάμεως λέγοιτ᾽ ἄν. χωρὶς δὲ τοῦ κοινοῦ λόγου διότι ‘τὰ χρήματ᾽ ἀνθρώποισι τιμιώτατα, δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει,’ καὶ ἐκ τῶν καθ᾽ ἕκαστα σκοπεῖν δεῖ. μάλιστα γὰρ τοὺς βασιλέας δύνασθαί φαμεν: διόπερ καὶ δυνάστας προσαγορεύομεν. δύνανται δ᾽ ἄγοντες ἐφ᾽ ἃ βούλονται τὰ πλήθη διὰ πειθοῦς ἢ βίας. πείθουσι μὲν οὖν δι᾽ εὐεργεσίας μάλιστα: ου᾽ γὰρ ἥ γε διὰ τῶν λόγων ἐστὶ βασιλική, ἀλλ᾽ αὕτη μὲν ῥητορική: βασιλικὴν δὲ πειθὼ λέγομεν, ὅταν εὐεργεσίαις φέρωσι καὶ ἄγωσιν ἐφ᾽ ἃ βούλονται: πείθουσι μὲν δὴ δι᾽ εὐεργεσιῶν, βιάζονται δὲ διὰ τῶν ὅπλων. ταῦτα δ᾽ ἄμφω χρημάτων ὤνιά ἐστι: καὶ γὰρ στρατιὰν ἔχει πλείστην ὁ πλείστην τρέφειν δυνάμενος, καὶ εὐεργετεῖν δύναται πλεῖστον ὁ πλεῖστα κεκτημένος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

