Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16] Παραποτάμιοι δ᾽ εἰσὶ κατοικία τις ἐπὶ τῷ Κηφισσῷ ἱδρυμένη πλησίον Φανοτεῦσι καὶ Χαιρωνεῦσι καὶ Ἐλατείᾳ. φησὶ δὲ Θεόπομπος τὸν τόπον τοῦτον διέχειν τῆς μὲν Χαιρωνείας ὅσον τετταράκοντα σταδίους, διορίζειν δὲ τοὺς Ἀμβρυσέας καὶ Πανοπέας καὶ Δαυλιέας: κεῖσθαι δ᾽ ἐπὶ τῆς ἐμβολῆς τῆς ἐκ Βοιωτίας εἰς Φωκέας ἐν λόφῳ μετρίως ὑψηλῷ, μεταξὺ τοῦ τε Παρνασσοῦ [p. 598] καὶ τοῦ Ἁδυλίου ὄρους πενταστάδιον σχεδόν τι ἀπολειπόντων ἀνὰ μέσον χωρίον, διαιρεῖν δὲ τὸν Κηφισσὸν στενὴν ἑκατέρωθεν διδόντα πάροδον, τὰς μὲν ἀρχὰς ἐκ Λιλαίας ἔχοντα Φωκικῆς πόλεως (καθάπερ καὶ Ὅμηρός φησιν ‘οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο’), εἰς δὲ τὴν Κωπαΐδα λίμνην ἐκδιδόντα: τὸ δὲ Ἁδύλιον παρατείνειν ἐφ᾽ ἑξήκοντα σταδίους μέχρι τοῦ Ἀκοντίου, ἐφ᾽ ᾧ κεῖται ὁ Ὀρχομενός. καὶ Ἡσίοδος δ᾽ ἐπὶ πλέον περὶ τοῦ ποταμοῦ λέγει καὶ τῆς ῥύσεως, ὡς δι᾽ ὅλης ῥέοι τῆς Φωκίδος σκολιῶς καὶ δρακοντοειδῶς ‘παρὲκ Πανοπῆα διὰ Γλήχωνά τ᾽ ἐρυμνὴν καί τε δι᾽ Ὀρχομενοῦ εἱλιγμένος εἶσι δράκων ὥς.’ τὰ δὲ στενὰ τὰ περὶ τοὺς Παραποταμίους ἢ τὴν Παραποταμίαν (λέγεται γὰρ ἀμφοτέρως) περιμάχητα ὑπῆρξεν ἐν τῷ Φωκικῷ πολέμῳ, μίαν ἐχόντων ταύτην ἐμβολὴν εἰς τὴν Φωκίδα: ἔστι δὲ Κηφισσὸς ὅ τε Φωκικὸς καὶ ὁ Ἀθήνησι καὶ ὁ ἐν Σαλαμῖνι, τέταρτος δὲ καὶ πέμπτος ὁ ἐν Σικυῶνι καὶ ὁ ἐν Σκύρῳ1, ἐν Ἀπολλωνίᾳ δὲ τῇ πρὸς Ἐπιδάμνῳ πηγή ἐστι κατὰ τὸ γυμνάσιον, ἣν καλοῦσι Κηφισσόν.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (2 total)
- Cross-references in general dictionaries to this page
(2):
- LSJ, Κηφισίς
- LSJ, δρα^κοντο-ειδής
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences