previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐφεξῆς δ᾽ ἐστὶν Λοκρίς, ὥστε περὶ ταύτης λεκτέον. διῄρηται δὲ δίχα: τὸ μὲν γὰρ αὐτῆς ἐστιν οἱ πρὸς Εὔβοιαν Λοκροί, οὓς ἐλέγομεν σχίζεσθαί ποτε ἐφ᾽ ἑκάτερα τοῦ Δαφνοῦντος: ἐπεκαλοῦντο δ᾽ οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, οἱ δ᾽ Ἐπικνημίδιοι ἀπὸ ὄρους τινὸς Κνημῖδος: τὸ δὲ λοιπὸν οἱ ἑσπέριοί εἰσι Λοκροί, οἱ δ᾽ αὐτοὶ καὶ Ὀζόλαι καλοῦνται. χωρίζει δ᾽ αὐτοὺς ἀπὸ τῶν Ὀπουντίων καὶ τῶν Ἐπικνημιδίων τε Παρνασσὸς μεταξὺ ἱδρυμένος καὶ τῶν Δωριέων τετράπολις. ἀρκτέον δ᾽ ἀπὸ τῶν Ὀπουντίων. [2] ἐφεξῆς τοίνυν ταῖς Ἁλαῖς, εἰς ἃς κατέληγεν Βοιωτιακὴ παραλία πρὸς Εὐβοίᾳ, τὸν Ὀπούντιον κόλπον κεῖσθαι συμβαίνει. δ᾽ Ὀποῦς ἐστι μητρόπολις, καθάπερ καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῇ πρώτῃ τῶν πέντε στηλῶν τῶν περὶ Θερμοπύλας ἐπιγεγραμμένον πρὸς τῷ πολυανδρίῳτούσδε ποθεῖ φθιμένους ὑπὲρ Ἑλλάδος ἀντία Μήδων, μητρόπολις Λοκρῶν εὐθυνόμων Ὀπόεις.’ ἀπέχει δὲ τῆς θαλάττης περὶ πεντεκαίδεκα σταδίους, τοῦ δ᾽ ἐπινείου καὶ ἑξήκοντα. Κῦνος δ᾽ ἐστὶ τὸ ἐπίνειον, ἄκρα τερματίζουσα τὸν Ὀπούντιον κόλπον σταδίων ὄντα περὶ τετταράκοντα: μεταξὺ δὲ Ὀποῦντος καὶ Κύνου πεδίον εὔδαιμον: κεῖται δὲ κατὰ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ τὰ Ἡρακλέους, πορθμῷ διειργόμενος σταδίων ἑξήκοντα καὶ ἑκατόν. ἐν δὲ τῷ Κύνῳ Δευκαλίωνά φασιν οἰκῆσαι, καὶ τῆς Πύρρας αὐτόθι δείκνυται σῆμα, τοῦ δὲ Δευκαλίωνος Ἀθήνησι. διέχει δὲ τῆς Κνημῖδος Κῦνος ὅσον πεντήκοντα σταδίους. καὶ Ἀταλάντη δὲ νῆσος κατὰ Ὀποῦντα ἵδρυται, ὁμώνυμος τῇ πρὸ τῆς Ἀττικῆς. λέγεσθαι δ᾽ Ὀπουντίους τινὰς καὶ ἐν τῇ Ἠλείᾳ [p. 600] φασίν, ὧν οὐκ ἄξιον μεμνῆσθαι, πλὴν ὅτι συγγένειαν αὐτῶν ἐξανανεοῦνται τοῖς Ὀπουντίοις ὑπάρχουσαν. ὅτι δ᾽ ἐξ Ὀποῦντος ἦν Πάτροκλος λέγει Ὅμηρος, καὶ διότι φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Πηλέα, δὲ πατὴρ Μενοίτιος ἔμεινεν ἐν τῇ πατρίδι: ἐκεῖσε γάρ φησιν Ἀχιλλεὺς ὑποσχέσθαι τῷ Μενοιτίῳ κατάξειν τὸν Πάτροκλον ἐκ τῆς στρατείας ἐπανελθόντα. οὐ μὴν ἐβασίλευέ γε ἐκεῖνος τῶν Ὀπουντίων, ἀλλ᾽ Αἴας Λοκρός, πατρίδος ὤν, ὥς φασι, Ναρύκου. Αἰάνην δ᾽ ὀνομάζουσι τὸν ἀναιρεθέντα ὑπὸ τοῦ Πατρόκλου, ἀφ᾽ οὗ καὶ τέμενος Αἰάνειον δείκνυται καὶ κρήνη τις Αἰανίς. [3]

ἑξῆς μετὰ τὸν Κῦνον Ἀλόπη ἐστὶ καὶ Δαφνοῦς, ὃν ἔφαμεν κατεσπάσθαι: λιμὴν δ᾽ ἐστὶν αὐτόθι διέχων Κύνου περὶ ἐνενήκοντα σταδίους, Ἐλατείας δὲ πεζεύοντι εἰς τὴν μεσόγαιαν ἑκατὸν εἴκοσιν. ἤδη δ᾽ ἐστὶ ταῦτα τοῦ Μαλιακοῦ κόλπου: μετὰ γὰρ τὸν Ὀπούντιον συνεχής ἐστιν οὗτος. [4]

μετὰ δὲ Δαφνοῦντα Κνημῖδες χωρίον ἐρυμνὸν ὅσον σταδίους εἴκοσι πλεύσαντι: καθ᾽ τὸ Κήναιον ἐκ τῆς Εὐβοίας ἀντίκειται ἄκρα βλέπουσα πρὸς ἑσπέραν καὶ τὸν Μαλιέα κόλπον, πορθμῷ διειργομένη σχεδὸν εἰκοσασταδίῳ. ταῦτα δ᾽ ἤδη τῶν Ἐπικνημιδίων ἐστὶ Λοκρῶν. ἐνταῦθα καὶ αἱ Λιχάδες καλούμεναι τρεῖς νῆσοι πρόκεινται ἀπὸ Λίχα τοὔνομα ἔχουσαι. καὶ ἄλλαι δ᾽ εἰσὶν ἐν τῷ λεχθέντι παράπλῳ, ἃς ἑκόντες παραλείπομεν. μετὰ δὲ εἴκοσι σταδίους ἀπὸ Κνημίδων λιμήν, ὑπὲρ οὗ κεῖται τὸ Θρόνιον ἐν σταδίοις τοῖς ἴσοις κατὰ τὴν μεσόγαιαν. εἶθ᾽ Βοάγριος ποταμὸς ἐκδίδωσιν παραρρέων τὸ Θρόνιον, Μάνην δ᾽ ἐπονομάζουσιν αὐτόν: ἔστι δὲ χειμάρρους ὥστ᾽ ἀβρόχοις ἐμβαίνειν τοῖς ποσίν, ἄλλοτε δὲ καὶ δίπλεθρον ἴσχειν [p. 601] πλάτος. μετὰ δὲ ταῦτα Σκάρφεια σταδίοις ὑπερκειμένη τῆς θαλάττης δέκα, διέχουσα δὲ τοῦ Θρονίου τριάκοντα, ἐλάττοσι δὲ μικρῷ ... ἔπειτα Νίκαιά ἐστι καὶ αἱ Θερμοπύλαι. [5]

τῶν δὲ λοιπῶν πόλεων τῶν μὲν ἄλλων οὐκ ἄξιον μεμνῆσθαι: ὧν δ᾽ Ὅμηρος μέμνηται Καλλίαρος μὲν οὐκέτι οἰκεῖται, εὐήροτον δὲ νῦν ἐστι πεδίον: καλοῦσι δ᾽ οὕτως ἀπὸ τοῦ συμβεβηκότος: καὶ Βῆσσα δ᾽ οὐκ ἔστι, δρυμώδης τις τόπος: οὐδ᾽ αἱ Αὐγειαί, τὴν δὲ χώραν ἔχουσι Σκαρφιεῖς: ταύτην μὲν οὖν τὴν Βῆσσαν ἐν τοῖς δυσὶ γραπτέον σίγμαἀπὸ γὰρ τοῦ δρυμώδους ὠνόμασται ὁμωνύμως, ὥσπερ καὶ Νάπη ἐν τῷ Μηθύμνης πεδίῳ, ἣν Ἑλλάνικος ἀγνοῶν ... Λάπην ὀνομάζει), τὸν δ᾽ ἐν τῇ Ἀττικῇ δῆμον, ἀφ᾽ οὗ Βησαιεῖς οἱ δημόται λέγονται, ἐν τῷ ἑνὶ σίγμα. [6]

δὲ Τάρφη κεῖται ἐφ᾽ ὕψους, διέχουσα Θρονίου σταδίους εἴκοσι, χώραν δ᾽ εὔκαρπόν τε καὶ εὔδενδρον ἔχει: ἤδη γὰρ καὶ αὕτη ἀπὸ τοῦ δάσους ὠνόμασται. καλεῖται δὲ νῦν Φαρύγαι: ἵδρυται δ᾽ αὐτόθι Ἥρας Φαρυγαίας ἱερὸν ἀπὸ τῆς ἐν Φαρύγαις τῆς Ἀργείας: καὶ δὴ καὶ ἄποικοί φασιν εἶναι Ἀργείων. [7]

τῶν γε μὴν ἑσπερίων Λοκρῶν Ὅμηρος οὐ μέμνηται, οὐ ῥητῶς γε, ἀλλὰ μόνον τῷ δοκεῖν ἀντιδιαστέλλεσθαι τούτοις ἐκείνους περὶ ὧν εἰρήκαμενΛοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης,’ ὡς καὶ ἑτέρων ὄντων. ἀλλ᾽ οὐδ᾽ ὑπὸ τῶν ἄλλων τεθρύληνται πολλῶν: πόλεις δ᾽ ἔσχον Ἄμφισσάν τε καὶ Ναύπακτον, ὧν Ναύπακτος συμμένει τοῦ Ἀντιρρίου πλησίον, ὠνόμασται δ᾽ ἀπὸ τῆς ναυπηγίας τῆς ἐκεῖ γενομένης, εἴτε τῶν Ἡρακλειδῶν ἐκεῖ ναυπηγησαμένων τὸν στόλον, εἴθ᾽ὥς φησιν ἜφοροςΛοκρῶν ἔτι [p. 602] πρότερον παρασκευασάντων: ἔστι δὲ νῦν Αἰτωλῶν Φιλίππου προσκρίναντος. [8] αὐτοῦ δὲ καὶ Χαλκίς, ἧς μέμνηται καὶ ποιητὴς ἐν τῷ Αἰτωλικῷ καταλόγῳ, ὑποκάτω Καλυδῶνος: αὐτοῦ δὲ καὶ Ταφιασσὸς λόφος, ἐν τὸ τοῦ Νέσσου μνῆμα καὶ τῶν ἄλλων Κενταύρων, ὧν ἀπὸ τῆς σηπεδόνος φασὶ τὸ ὑπὸ τῇ ῥίζῃ τοῦ λόφου προχεόμενον δυσῶδες καὶ θρόμβους ἔχον ὕδωρ ῥεῖν: διὰ δὲ τοῦτο καὶ Ὀζόλας καλεῖσθαι τὸ ἔθνος. καὶ Μολύκρεια δ᾽ ἐστὶ κατὰ τὸ Ἀντίρριον, Αἰτωλικὸν πολίχνιον. δ᾽ Ἄμφισσα ἐπὶ τοῖς ἄκροις ἵδρυται τοῦ Κρισαίου πεδίου, κατέσπασαν δ᾽ αὐτὴν οἱ Ἀμφικτύονες, καθάπερ εἰρήκαμεν: καὶ Οἰάνθεια δὲ καὶ Εὐπάλιον Λοκρῶν εἰσίν. δὲ πᾶς παράπλους Λοκρικὸς μικρὸν ὑπερβάλλει τῶν διακοσίων σταδίων. [9] Ἀλόπην δὲ καὶ ἐνταῦθα καὶ ἐν τοῖς Ἐπικνημιδίοις ὀνομάζουσι καὶ ἐν τῇ Φθιώτιδι: οὗτοι μὲν οὖν ἄποικοι τῶν Ἐπικνημιδίων εἰσίν, οἱ δ᾽ Ἐπιζεφύριοι τούτων. [10] τοῖς δὲ Λοκροῖς τοῖς μὲν ἑσπερίοις συνεχεῖς εἰσιν Αἰτωλοί, τοῖς δ᾽ Ἐπικνημιδίοις Αἰνιᾶνες συνεχεῖς οἱ τὴν Οἴτην ἔχοντες, καὶ μέσοι Δωριεῖς. οὗτοι μὲν οὖν εἰσιν οἱ τὴν τετράπολιν οἰκήσαντες, ἥν φασιν εἶναι μητρόπολιν τῶν ἁπάντων Δωριέων, πόλεις δ᾽ ἔσχον Ἐρινεὸν Βοῖον Πίνδον Κυτίνιον: ὑπέρκειται δ᾽ Πίνδος τοῦ Ἐρινεοῦ, παραρρεῖ δ᾽ αὐτὴν ὁμώνυμος ποταμὸς ἐμβάλλων εἰς τὸν Κηφισσὸν οὐ πολὺ τῆς Λιλαίας ἄπωθεν: τινὲς δ᾽ Ἀκύφαντα λέγουσι τὴν Πίνδον. τούτων βασιλεὺς Αἰγίμιος ἐκπεσὼν τῆς ἀρχῆς κατήχθη πάλιν, ὡς ἱστοροῦσιν, ὑφ᾽ Ἡρακλέους: ἀπεμνημόνευσεν οὖν αὐτῷ τὴν χάριν τελευτήσαντι περὶ τὴν Οἴτην: Ὕλλον γὰρ εἰσεποιήσατο τὸν πρεσβύτατον τῶν ἐκείνου παίδων, καὶ διεδέξατο ἐκεῖνος τὴν ἀρχὴν καὶ οἱ [p. 603] ἀπόγονοι. ἐντεῦθεν ὁρμηθεῖσι τοῖς Ἡρακλείδαις ὑπῆρξεν εἰς Πελοπόννησον κάθοδος. [11] τέως μὲν οὖν ἦσαν ἐν ἀξιώματι αἱ πόλεις, καίπερ οὖσαι μικραὶ καὶ λυπρόχωροι, ἔπειτ᾽ ὠλιγωρήθησαν: ἐν δὲ τῷ Φωκικῷ πολέμῳ καὶ τῇ Μακεδόνων ἐπικρατείᾳ καὶ Αἰτωλῶν καὶ Ἀθαμάνων θαυμαστὸν εἰ καὶ ἴχνος αὐτῶν εἰς Ῥωμαίους ἦλθε. τὰ δ᾽ αὐτὰ πεπόνθασι καὶ Αἰνιᾶνες: καὶ γὰρ τούτους ἐξέφθειραν Αἰτωλοί τε καὶ Ἀθαμᾶνες, Αἰτωλοὶ μὲν μετὰ Ἀκαρνάνων πολεμοῦντες καὶ μέγα δυνάμενοι, Ἀθαμᾶνες δ᾽ ὕστατοι τῶν Ἠπειρωτῶν εἰς ἀξίωμα προαχθέντες, ἤδη τῶν ἄλλων ἀπειρηκότων, καὶ μετ᾽ Ἀμυνάνδρου τοῦ βασιλέως δύναμιν κατασκευασάμενοι. οὗτοι δὲ τὴν Οἴτην διακατεῖχον. [12]

τὸ δ᾽ ὄρος διατείνει ἀπὸ Θερμοπυλῶν καὶ τῆς ἀνατολῆς μέχρι πρὸς τὸν κόλπον τὸν Ἀμβρακικὸν καὶ τὴν ἑσπέραν: τρόπον δέ τινα καὶ πρὸς ὀρθὰς τέμνει τὴν ἀπὸ τοῦ Παρνασσοῦ μέχρι Πίνδου καὶ τῶν ὑπερκειμένων βαρβάρων ὀρεινὴν τὸ ὄρος τοῦτο. τούτου δὴ τὸ μὲν πρὸς Θερμοπύλας νενευκὸς μέρος Οἴτη καλεῖται σταδίων διακοσίων τὸ μῆκος, τραχὺ καὶ ὑψηλόν, ὑψηλότατον δὲ κατὰ τὰς Θερμοπύλας: κορυφοῦται γὰρ ἐνταῦθα καὶ τελευτᾷ πρὸς ὀξεῖς καὶ ἀποτόμους μέχρι τῆς θαλάττης κρημνούς, ὀλίγην δ᾽ ἀπολείπει πάροδον τοῖς ἀπὸ τῆς παραλίας ἐμβάλλουσιν εἰς τοὺς Λοκροὺς ἐκ τῆς Θετταλίας. [13] τὴν μὲν οὖν πάροδον Πύλας καλοῦσι καὶ στενὰ καὶ Θερμοπύλας: ἔστι γὰρ καὶ θερμὰ πλησίον ὕδατα τιμώμενα ὡς Ἡρακλέους ἱερά: τὸ δ᾽ ὑπερκείμενον ὄρος Καλλίδρομον: τινὲς δὲ καὶ τὸ λοιπὸν τὸ δι᾽ Αἰτωλίας καὶ τῆς Ἀκαρνανίας διῆκον μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου Καλλίδρομον προσαγορεύουσι. πρὸς δὲ [p. 604] ταῖς Θερμοπύλαις ἐστὶ φρούρια ἐντὸς τῶν στενῶν, Νίκαια μὲν ἐπὶ θάλατταν Λοκρῶν, Τειχιοῦς δὲ καὶ Ἡράκλεια ὑπὲρ αὐτῆς, Τραχὶν καλουμένη πρότερον, Λακεδαιμονίων κτίσμα: διέχει δὲ τῆς ἀρχαίας Τραχῖνος περὶ ἓξ σταδίους Ἡράκλεια: ἑξῆς δὲ Ῥοδουντία, χωρίον ἐρυμνόν. [14] ποιεῖ δὲ δυσείσβολα τὰ χωρία ταῦτα τε τραχύτης καὶ τὸ πλῆθος τῶν ὑδάτων φάραγγας ποιούντων, ἃς διέξεισι. πρὸς γὰρ τῷ Σπερχειῷ τῷ παραρρέοντι τὴν Ἀντικύραν καὶ Δύρας ἐστίν, ὅν φασιν ἐπιχειρῆσαι τὴν Ἡρακλέους σβέσαι πυράν: καὶ ἄλλος Μέλας διέχων Τραχῖνος εἰς πέντε σταδίους. πρὸς δὲ μεσημβρίαν τῆς Τραχῖνος φησὶν Ἡρόδοτος εἶναι βαθεῖαν διασφάγα, δι᾽ ἧς Ἀσωπός, ὁμώνυμος τοῖς εἰρημένοις Ἀσωποῖς, εἰς τὴν θάλατταν ἐκπίπτει τὴν ἐκτὸς Πυλῶν, παραλαβὼν καὶ τὸν Φοίνικα ἐκ τῆς μεσημβρίας συμβάλλοντα αὐτῷ, ὁμώνυμον τῷ ἥρωι, οὗ καὶ τάφος πλησίον δείκνυται: στάδιοι δ᾽ εἰσὶν ἐπὶ Θερμοπύλας ἀπὸ τοῦ Ἀσωποῦ πεντεκαίδεκα. [15] τότε μὲν οὖν ἦν ἐνδοξότατα τὰ χωρία ταῦτα, ἡνίκα τῶν κλείθρων ἐκυρίευε τῶν περὶ τὰ στενά, καὶ τοῖς ἔξω τῶν στενῶν πρὸς τοὺς ἐντὸς ἦσαν ἀγῶνες πρωτείων: καθάπερ καὶ πέδας ἐκάλει Φίλιππος τῆς Ἑλλάδος τὴν Χαλκίδα καὶ τὴν Κόρινθον, πρὸς τὰς ἐκ τῆς Μακεδονίας ἀφορμὰς βλέπων: ἐπιδέσμους δ᾽ οἱ ὕστερον προσηγόρευον ταύτας τε καὶ ἔτι τὴν Δημητριάδα: καὶ γὰρ αὕτη παρόδων ἦν κυρία τῶν περὶ τὰ Τέμπη, τό τε Πήλιον ἔχουσα καὶ τὴν Ὄσσαν. ὕστερον δὲ πάντων ὑπὸ μίαν ἐξουσίαν ὑπηγμένων, ἅπαντ᾽ ἀτελεύεται πᾶσι καὶ ἀνέῳγε. [16]

περὶ δὲ τὰ στενὰ ταῦτα οἱ περὶ Λεωνίδαν μετὰ ὀλίγων τῶν ὁμόρων τοῖς τόποις ἀντέσχον πρὸς τὰς [p. 605] τοσαύτας τῶν Περσῶν δυνάμεις, μέχρι περιελθόντες δι᾽ ἀτραπῶν τὰ ὄρη κατέκοψαν αὐτοὺς οἱ βάρβαροι. καὶ νῦν τὸ πολυάνδριον ἐκείνων ἐστὶ καὶ στῆλαι καὶ θρυλουμένη ἐπιγραφὴ τῇ Λακεδαιμονίων στήλῃ οὕτως ἔχουσα ξέν᾽ ἀπάγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις.’ [17]

ἔστι δὲ καὶ λιμὴν μέγας αὐτόθι καὶ Δήμητρος ἱερόν, ἐν κατὰ πᾶσαν Πυλαίαν θυσίαν ἐτέλουν οἱ Ἀμφικτύονες. ἐκ δὲ τοῦ λιμένος εἰς Ἡράκλειαν τὴν Τραχῖνα πεζῇ στάδιοι τετταράκοντα, πλοῦς δ᾽ ἐπὶ τὸ Κήναιον ἑβδομήκοντα. ἔξω δὲ Πυλῶν εὐθὺς Σπερχειὸς ἐκδίδωσιν. ἐπὶ δὲ Πύλας ἀπὸ Εὐρίπου στάδιοι πεντακόσιοι τριάκοντα. καὶ μὲν Λοκρὶς τέλος ἔχει. τὰ δ᾽ ἔξω Θετταλῶν ἐστι τὰ πρὸς ἕω καὶ τὸν Μαλιακὸν κόλπον, τὰ δὲ πρὸς δύσιν Αἰτωλῶν καὶ Ἀκαρνάνων. Ἀθαμᾶνες δὲ καὶ αὐτοὶ ἐκλελοίπασι. [18] μέγιστον δὴ καὶ παλαιότατον τῶν Θετταλῶν σύστημα, ὧν τὰ μὲν Ὅμηρος εἴρηκε τὰ δ᾽ ἄλλοι πλείους. Αἰτωλοὺς δ᾽ Ὅμηρος μὲν ἀεὶ ἑνὶ ὀνόματι λέγει, πόλεις οὐκ ἔθνη τάττων ὑπ᾽ αὐτοῖς, πλὴν εἰ τοὺς Κουρῆτας, οὓς ἐν μέρει τακτέον Αἰτωλικῶν. ἀπὸ Θετταλῶν δ᾽ ἀρκτέον, τὰ μὲν σφόδρα παλαιὰ καὶ μυθώδη καὶ οὐχ ὁμολογούμενα τὰ πολλὰ ἐῶντες, καθάπερ καὶ ἐν τοῖς ἄλλοις ἐποιήσαμεν, τὰ δὲ φαινόμενα ἡμῖν καίρια λέγοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: