previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔστι δ᾽ αὐτῆς πρὸς θαλάττῃ μὲν ἀπὸ Θερμοπυλῶν μέχρι τῆς ἐκβολῆς τοῦ Πηνειοῦ καὶ τῶν ἄκρων τοῦ Πηλίου παραλία βλέπουσα πρὸς ἕω καὶ πρὸς τὰ ἄκρα τῆς Εὐβοίας τὰ βόρεια. ἔχουσι δὲ τὰ μὲν πρὸς Εὐβοίᾳ καὶ Θερμοπύλαις Μαλιεῖς καὶ οἱ Φθιῶται Ἀχαιοί, τὰ δὲ πρὸς τῷ Πηλίῳ Μάγνητες. αὕτη μὲν οὖν πλευρὰ τῆς Θετταλίας ἑῴα λεγέσθω καὶ παραλία. [p. 606] ἑκατέρωθεν δ᾽ ἀπὸ μὲν Πηλίου καὶ Πηνειοῦ πρὸς τὴν μεσόγαιαν Μακεδόνες παράκεινται μέχρι Παιονίας καὶ τῶν Ἠπειρωτικῶν ἐθνῶν, ἀπὸ δὲ τῶν Θερμοπυλῶν τὰ παράλληλα τοῖς Μακεδόσιν ὄρη τὰ Οἰταῖα καὶ Αἰτωλικά, τοῖς Δωριεῦσι καὶ τῷ Παρνασσῷ συνάπτοντα. καλείσθω δὲ τὸ μὲν πρὸς τοῖς Μακεδόσι πλευρὸν ἀρκτικόν, τὸ δ᾽ ἕτερον νότιον. λοιπὸν δ᾽ ἐστὶ τὸ ἑσπέριον, περικλείουσιν Αἰτωλοὶ καὶ Ἀκαρνᾶνες καὶ Ἀμφίλοχοι καὶ τῶν Ἠπειρωτῶν Ἀθαμᾶνες καὶ Μολοττοὶ καὶ τῶν Αἰθίκων ποτὲ λεγομένη γῆ καὶ ἁπλῶς περὶ Πίνδον ... πλὴν τοῦ Πηλίου καὶ τῆς Ὄσσης. ταῦτ᾽ ἐξῆρται μὲν ἱκανῶς, οὐ μήν γε πολλὴν περιλαμβάνει κύκλῳ χώραν, ἀλλ᾽ εἰς τὰ πεδία τελευτᾷ. [2] ταῦτα δ᾽ ἐστὶ τὰ μέσα τῆς Θετταλίας, εὐδαιμονεστάτη χώρα πλὴν ὅση ποταμόκλυστός ἐστιν. γὰρ Πηνειὸς διὰ μέσης ῥέων καὶ πολλοὺς δεχόμενος ποταμοὺς ὑπερχεῖται πολλάκις: τὸ δὲ παλαιὸν καὶ ἐλιμνάζετο, ὡς λόγος, τὸ πεδίον ἔκ τε τῶν ἄλλων μερῶν ὄρεσι περιειργόμενον καὶ τῆς παραλίας μετεωρότερα τῶν πεδίων ἐχούσης τὰ χωρία ὑπὸ δὲ σεισμῶν ῥήγματος γενομένου κατὰ τὰ νῦν καλούμενα Τέμπη καὶ τὴν Ὄσσαν ἀποσχίσαντος ἀπὸ τοῦ Ὀλύμπου, διεξέπεσε ταύτῃ πρὸς θάλατταν Πηνειὸς καὶ ἀνέψυξε τὴν χώραν ταύτην. ὑπολείπεται δ᾽ ὅμως τε Νεσσωνὶς λίμνη μεγάλη καὶ Βοιβηὶς ἐλάττων ἐκείνης καὶ πλησιεστέρα τῇ παραλίᾳ. [3] τοιαύτη δ᾽ οὖσα εἰς τέτταρα μέρη διῄρητο: ἐκαλεῖτο δὲ τὸ μὲν Φθιῶτις τὸ δὲ Ἑστιαιῶτις τὸ δὲ Θετταλιῶτις τὸ δὲ Πελασγιῶτις. ἔχει δ᾽ μὲν Φθιῶτις τὰ νότια τὰ παρὰ τὴν Οἴτην ἀπὸ τοῦ Μαλιακοῦ κόλπου καὶ Πυλαϊκοῦ μέχρι τῆς Δολοπίας καὶ τῆς Πίνδου διατείνοντα, πλατυνόμενα δὲ μέχρι Φαρσάλου καὶ τῶν [p. 607] πεδίων τῶν Θετταλικῶν: δ᾽ Ἑστιαιῶτις τὰ ἑσπέρια καὶ τὰ μεταξὺ Πίνδου καὶ τῆς ἄνω Μακεδονίας: τὰ δὲ λοιπὰ οἵ τε ὑπὸ τῇ Ἑστιαιώτιδι νεμόμενοι τὰ πεδία, καλούμενοι δὲ Πελασγιῶται, συνάπτοντες ἤδη τοῖς κάτω Μακεδόσι, καὶ οἱ ἐφεξῆς τὰ μέχρι Μαγνητικῆς παραλίας ἐκπληροῦντες χωρία. κἀνταῦθα δ᾽ ἐνδόξων ὀνομάτων ἔσται ἀρίθμησις καὶ ἄλλως καὶ διὰ τὴν Ὁμήρου ποίησιν: τῶν δὲ πόλεων ὀλίγαι σώζουσι τὸ πάτριον ἀξίωμα, μάλιστα δὲ Λάρισα. [4]

δὲ ποιητὴς εἰς δέκα μέρη καὶ δυναστείας διελὼν τὴν σύμπασαν γῆν ἣν νῦν Θετταλίαν προσαγορεύομεν, προσλαβών τινα καὶ τῆς Οἰταίας καὶ τῆς Λοκρικῆς, ὡς δ᾽ αὕτως καὶ τῆς ὑπὸ Μακεδόσιν νῦν τεταγμένης, ὑπογράφει τι κοινὸν καὶ πάσῃ χώρᾳ συμβαῖνον, τὸ μεταβάλλεσθαι καὶ τὰ ὅλα καὶ τὰ καθ᾽ ἕκαστα παρὰ τὰς τῶν ἐπικρατούντων δυνάμεις. [5] πρώτους δὴ καταλέγει τοὺς ὑπ᾽ Ἀχιλλεῖ1 τοὺς τὸ νότιον πλευρὸν κατέχοντας καὶ παρακειμένους τῇ τε Οἴτῃ καὶ τοῖς Ἐπικνημιδίοις Λοκροῖςὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,’ ‘οἵ τ᾽ Ἄλον οἵ τ᾽ Ἀλόπην οἵ τε Τρηχῖν᾽ ἐνέμοντο,’ ‘οἵ τ᾽ εἶχον Φθίην ἠδ᾽ Ἑλλάδα καλλιγύναικα,’ ‘Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.’ συζεύγνυσι δὲ τούτοις καὶ τοὺς ὑπὸ τῷ Φοίνικι καὶ κοινὸν ἀμφοῖν ποιεῖ τὸν στόλον. μὲν οὖν ποιητὴς οὐδαμοῦ μέμνηται Δολοπικῆς στρατιᾶς κατὰ τοὺς περὶ Ἴλιον ἀγῶνας: οὐδὲ γὰρ αὐτῶν τὸν ἡγεμόνα Φοίνικα πεποίηκεν εἰς τοὺς κινδύνους ἐξιόντα, καθάπερ τὸν Νέστορα: ἄλλοι δ᾽ εἰρήκασι, καθάπερ καὶ Πίνδαρος μνησθεὶς τοῦ Φοίνικοςὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι, ἱπποδάμων [p. 608] Δαναῶν βέλεσι πρόσφορον.’ τοῦτο δὴ καὶ παρὰ τῷ ποιητῇ κατὰ τὸ σιωπώμενον, ὡς εἰώθασι λέγειν οἱ γραμματικοί, συνυπακουστέον. γελοῖον γὰρ τὸ τὸν βασιλέα μετέχειν τῆς στρατείας2, τοὺς δ᾽ ὑπηκόους μὴ παρεῖναι αὐτῷ: οὐδὲ γὰρ συστρατεύειν ἂν τῷ Ἀχιλλεῖ δόξειεν, ἀλλὰ μόνον3 ἐπιστάτης καὶ ῥήτωρ ἕπεσθαι, εἰ δ᾽ ἄρα, σύμβουλος. τὰ δ᾽ ἔπη βούλεται καὶ τοῦτο δηλοῦν: τοιοῦτον γὰρ τὸμύθων τε ῥητῆρ᾽ ἔμεναι πρηκτῆρά τε ἔργων.’ ... ταῦτα λέγων. [6] εἴρηται τό τε ὑπὸ τῷ Ἀχιλλεῖ καὶ τῷ Φοίνικι: αὐτὰ δὲ λεχθέντα περὶ τῶν ὑπ᾽ Ἀχιλλεῖ ἐν ἀντιλογίᾳ ἐστί. τό τε γὰρ Ἄργος τὸ Πελασγικὸν οἱ μὲν καὶ πόλιν δέχονται Θετταλικὴν περὶ Λάρισαν ἱδρυμένην ποτὲ νῦν δ᾽ οὐκέτι οὖσαν: οἱ δ᾽ οὐ πόλιν ἀλλὰ τὸ τῶν Θετταλῶν πεδίον οὕτως ὀνοματικῶς λεγόμενον, θεμένου τοὔνομα Ἄβαντος ἐξ Ἄργους δεῦρ᾽ ἀποικήσαντος. Φθίαν τε οἱ μὲν τὴν αὐτὴν εἶναι τῇ Ἑλλάδι καὶ Ἀχαΐᾳ, ταύτας δ᾽ εἶναι διατεμνομένης τῆς συμπάσης Θετταλίας θάτερον μέρος τὸ νότιον: οἱ δὲ διαιροῦσιν. ἔοικε δ᾽ ποιητὴς δύο ποιεῖν τήν τε Φθίαν καὶ τὴν Ἑλλάδα ὅταν οὕτως φῇοἵ τ᾽ εἶχον Φθίην ἠδ᾽ Ἑλλάδα,’ ὡς δυεῖν οὐσῶν: καὶ ὅταν οὕτωςφεῦγον ἔπειτ᾽ ἀπάνευθε δι᾽ Ἑλλάδος εὐρυχόροιο, Φθίην δ᾽ ἐξικόμην,’ καὶ ὅτιπολλαὶ Ἀχαιίδες εἰσὶν ἀν᾽ Ἑλλάδα τε Φθίην τε.’ μὲν οὖν ποιητὴς δύο ποιεῖ, πότερον δὲ πόλεις χώρας οὐ δηλοῖ. οἱ δ᾽ ὕστερον τὴν Ἑλλάδα οἱ μὲν εἰπόντες χώραν διατετάσθαι φασὶν εἰς τὰς Θήβας τὰς Φθιώτιδας ἀπὸ Παλαιφαρσάλουἐν δὲ τῇ χώρᾳ ταύτῃ καὶ τὸ Θετίδειον ἔστι πλησίον τῶν Φαρσάλων ἀμφοῖν τῆς τε παλαιᾶς καὶ τῆς νέας, κἀκ τοῦ Θετιδείου [p. 609] τεκμαιρόμενοι τῆς ὑπὸ τῷ Ἀχιλλεῖ μέρος εἶναι καὶ τήνδε τὴν χώραν), οἱ δ᾽ εἰπόντες πόλιν Φαρσάλιοι μὲν δεικνύουσιν ἀπὸ ἑξήκοντα σταδίων τῆς ἑαυτῶν πόλεως κατεσκαμμένην πόλιν ἣν πεπιστεύκασιν εἶναι τὴν Ἑλλάδα καὶ δύο κρήνας πλησίον Μεσσηίδα καὶ Ὑπέρειαν, Μελιταιεῖς δ᾽ ἄπωθεν ἑαυτῶν ὅσον δέκα σταδίους οἰκεῖσθαι τὴν Ἑλλάδα πέραν τοῦ Ἐνιπέως, ἡνίκα ἑαυτῶν πόλις Πύρρα ὠνομάζετο, ἐκ δὲ τῆς Ἑλλάδος ἐν ταπεινῷ χωρίῳ κειμένης εἰς τὴν ἑαυτῶν μετοικῆσαι τοὺς Ἕλληνας: μαρτύριον δ᾽ εἶναι τὸν ἐν τῇ ἀγορᾷ τῇ σφετέρᾳ τάφον τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος υἱοῦ καὶ Πύρρας. ἱστορεῖται γὰρ Δευκαλίων τῆς Φθιώτιδος ἄρξαι καὶ ἁπλῶς τῆς Θετταλίας: δ᾽ Ἐνιπεὺς ἀπὸ τῆς Ὄθρυος παρὰ Φάρσαλον ῥυεὶς εἰς τὸν Ἀπιδανὸν παραβάλλει, δ᾽ εἰς τὸν Πηνειόν. περὶ μὲν Ἑλλήνων ταῦτα. [7] Φθῖοι δὲ καλοῦνται οἵ τε ὑπ᾽ Ἀχιλλεῖ καὶ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ: δὲ ποιητὴς τούτου μάρτυς. εἰπὼν γὰρ ἐν τῷ καταλόγῳ τῶν ὑπ᾽ Ἀχιλλεῖοἵ τ᾽ εἶχον Φθίην,’ ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ τούτους μὲν ὑπομένοντας ἐν ταῖς ναυσὶ πεποίηκε μετὰ τοῦ Ἀχιλλέως καὶ καθ᾽ ἡσυχίαν ὄντας, τοὺς δ᾽ ὑπὸ Φιλοκτήτῃ μαχομένους ἔχοντας Μέδοντα ἡγεμόνα καὶ τοὺς ὑπὸ Πρωτεσιλάῳ, Ποδάρκους ... περὶ ὧν κοινῶς μὲν οὕτω φησίνἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες, Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί:’ ἰδίως δέπρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. οἱ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο.’ τάχα δὲ καὶ οἱ σὺν Εὐρυπύλῳ Φθῖοι ἐλέγοντο, ὅμοροι τούτοις ὄντες: νῦν μέντοι Μαγνησίας νομίζουσι τῆς τε ὑπ᾽ Εὐρυπύλῳ τὰ περὶ Ὀρμένιον καὶ τὴν ὑπὸ Φιλοκτήτῃ πᾶσαν, τὴν δ᾽ ὑπὸ [p. 610] Πρωτεσιλάῳ τῆς Φθίας ἀπὸ Δολοπίας καὶ τῆς Πίνδου μέχρι τῆς Μαγνητικῆς θαλάττης: μέχρι δὲ τῆς ὑπὸ Πρωτεσιλάῳ πόλεως Ἀντρῶνος, νῦν πληθυντικῶς λέγεται, τὸ πλάτος ἀφορίζεται τῆς ὑπὸ Πηλεῖ καὶ Ἀχιλλεῖ γῆς, ἀπὸ τῆς Τραχινίας καὶ τῆς Οἰταίας ἀρξαμένοις: τὸ δ᾽ αὐτὸ σχεδόν τι μῆκός ἐστι τοῦ Μαλιακοῦ κόλπου. [8]

περὶ Ἅλου δὲ καὶ Ἀλόπης διαποροῦσι μὴ οὐ τούτους λέγει τοὺς τόπους οἳ νῦν ἐν τῷ Φθιωτικῷ τέλει φέρονται, ἀλλὰ τοὺς ἐν Λοκροῖς, μέχρι δεῦρο ἐπικρατοῦντος τοῦ Ἀχιλλέως, ὥσπερ καὶ μέχρι Τραχῖνος καὶ τῆς Οἰταίας. ἔστι γὰρ καὶ Ἅλος καὶ Ἁλιοῦς ἐν τῇ παραλίᾳ τῶν Λοκρῶν, καθάπερ καὶ Ἀλόπη. οἱ δὲ τὸν Ἁλιοῦντα ἀντὶ Ἀλόπης τιθέασι καὶ γράφουσιν οὕτωςοἵ θ᾽ Ἅλον οἵ θ᾽ Ἁλιοῦνθ᾽ οἵ τε Τρηχῖν᾽ ἐνέμοντο.’ δὲ Φθιωτικὸς Ἅλος ὑπὸ τῷ πέρατι κεῖται τῆς Ὄθρυος ὄρους πρὸς ἄρκτον κειμένου τῇ Φθιώτιδι, ὁμόρου δὲ τῷ Τυφρηστῷ καὶ τοῖς Δόλοψιν, κἀνθένδε παρατείνοντος εἰς τὰ πλησίον τοῦ Μαλιακοῦ κόλπου. ἀπέχει δὲ Ἰτώνου περὶ ἑξήκοντα σταδίους Ἅλος Ἅλος: λέγεται γὰρ ἀμφοτέρως. ᾤκισε δὲ Ἀθάμας τὴν Ἅλον, ἀφανισθεῖσαν δὲ συνῴκισαν Φαρσάλιοι χρόνοις ὕστερον. ὑπέρκειται δὲ τοῦ Κροκίου πεδίου: ῥεῖ δὲ ποταμὸς Ἄμφρυσος πρὸς τῷ τείχει. ὑπὸ δὲ τῷ Κροκίῳ Θῆβαι εἰσὶν αἱ Φθιώτιδες, καὶ Ἅλος δὲ Φθιῶτις καλεῖται καὶ Ἀχαϊκή, συνάπτουσα τοῖς Μαλιεῦσιν, ὥσπερ καὶ οἱ τῆς Ὄθρυος πρόποδες. καθάπερ δὲ Φυλάκη ὑπὸ Πρωτεσιλάῳ τῆς Φθιώτιδός ἐστι τῆς προσχώρου τοῖς Μαλιεῦσιν, οὕτω καὶ Ἅλος: διέχει δὲ Θηβῶν περὶ ἑκατὸν σταδίους, ἐν μέσῳ δ᾽ ἐστὶ Φαρσάλου καὶ Φθιωτῶν: Φίλιππος μέντοι Φαρσαλίοις προσένειμεν ἀφελόμενος τῶν Φθιωτῶν. οὕτω δὲ συμβαίνει τοὺς ὅρους καὶ τὰς συντάξεις τῶν τε ἐθνῶν καὶ [p. 611] τῶν τόπων ἀλλάττεσθαι ἀεί, καθάπερ εἴπομεν. οὕτω καὶ Σοφοκλῆς τὴν Τραχῖνα Φθιῶτιν εἴρηκεν, Ἀρτεμίδωρος δὲ τὴν Ἅλον ἐν τῇ παραλίᾳ τίθησι, ἔξω μὲν τοῦ Μαλιακοῦ κόλπου κειμένην, Φθιῶτιν δέ. προϊὼν γὰρ ἐνθένδε ὡς ἐπὶ τὸν Πηνειὸν μετὰ τὸν Ἀντρῶνα τίθησι Πτελεόν, εἶτα τὸν Ἅλον ἀπὸ τοῦ Πτελεοῦ διέχοντα ἑκατὸν καὶ δέκα σταδίους. περὶ δὲ τῆς Τραχῖνος εἴρηται ὁποία τις: καὶ ποιητὴς κατονομάζει. [9] τοῦ δὲ Σπερχειοῦ μεμνημένος πολλάκις ὡς ἐπιχωρίου ποταμοῦ, τὰς πηγὰς ἔχοντος ἐκ Τυφρηστοῦ Δρυοπικοῦ ὄρους, τοῦ καλουμένου ... πρότερον, ἐκδιδόντος δὲ πλησίον Θερμοπυλῶν μεταξὺ αὐτῶν καὶ Λαμίας, δηλοῖ ὅτι καὶ τὰ ἐντὸς πυλῶν ὅσα τοῦ Μαλιακοῦ κόλπου καὶ τὰ ἐκτὸς ὑπ᾽ ἐκείνῳ ἦν: ἀπέχει δὲ Λαμίας Σπερχειὸς περὶ τριάκοντα σταδίους ὑπερκειμένης πεδίου τινὸς καθήκοντος ἐπὶ τὸν Μαλιακὸν κόλπον: ὅτι δ᾽ Σπερχειὸς ἐπιχώριος, ἔκ τε τοῦ τρέφειν ἐκείνῳ τὴν κόμην φάσκειν καὶ τοῦ τὸν Μενέσθιον, ἕνα τῶν λοχαγῶν αὐτοῦ, Σπερχειοῦ λέγεσθαι παῖδα καὶ τῆς ἀδελφῆς τῆς Ἀχιλλέως. Μυρμιδόνας δ᾽ εἰκὸς καλεῖσθαι πάντας τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καὶ τῷ Πατρόκλῳ, οἳ συνηκολούθησαν ἐξ Αἰγίνης φεύγοντι τῷ Πηλεῖ. Ἀχαιοὶ δ᾽ ἐκαλοῦντο οἱ Φθιῶται πάντες. [10] διαριθμοῦνται δὲ τὰς ὑπὸ τῷ Φθιωτικῷ τέλει τῷ ὑπ᾽ Ἀχιλλεῖ κατοικίας ἀπὸ Μαλιέων ἀρξάμενοι πλείους μέν, ἐν δ᾽ αὐταῖς Θήβας τὰς Φθιώτιδας Ἐχῖνον Λάμιαν, περὶ ἣν Λαμιακὸς συνέστη πόλεμος Μακεδόσι καὶ Ἀντιπάτρῳ πρὸς Ἀθηναίους: ἐν Λεωσθένης τε ἔπεσε τῶν Ἀθηναίων στρατηγός, καὶ Λεοννάτος Ἀλεξάνδρου τοῦ βασιλέως ἑταῖρος. ἔτι δὲ Ναρθάκιον Ἐρινεὸν Κορώνειαν, ὁμώνυμον τῇ Βοιωτικῇ, Μελίταιαν Θαυμακοὺς Πρόερναν Φάρσαλον Ἐρέτριαν, ὁμώνυμον [p. 612] τῇ Εὐβοϊκῇ, Παραχελωίτας καὶ τούτους ὁμωνύμους τοῖς Αἰτωλικοῖς: καὶ γὰρ ἐνταῦθά ἐστιν Ἀχελῶος ποταμὸς πλησίον Λαμίας, παρ᾽ ὃν οἰκοῦσιν οἱ Παραχελωῖται. παρέτεινε δ᾽ χώρα αὕτη πρὸς ἄρκτον μὲν τῇ τῶν Ἀσκληπιαδῶν τῶν μάλιστα προσεσπερίων καὶ τῇ Εὐρυπύλου καὶ ἔτι τῇ Πρωτεσιλάου, ταῖς πρὸς ἕω κεκλιμέναις, πρὸς νότον δὲ τῇ Οἰταίᾳ εἰς τετταρεσκαίδεκα δήμους διῃρημένῃ, Ἡράκλειάν τε καὶ τὴν Δρυοπίδα, τετράπολιν γεγονυῖάν ποτε καθάπερ καὶ τὴν Δωρίδα, μητρόπολιν δὲ τῶν ἐν Πελοποννήσῳ Δρυόπων νομιζομένην. τῆς δ᾽ Οἰταίας καὶ Ἀκύφας ἐστὶ καὶ Παρασωπιὰς καὶ Οἰνειάδαι καὶ Ἀντικύρα, ὁμώνυμος τῇ ἐν Λοκροῖς τοῖς ἑσπερίοις. λέγω δὲ τὰς διατάξεις ταύτας οὐκ ἀεὶ μεμενηκυίας τὰς αὐτάς, ἀλλὰ ποικίλως μεταβεβλημένας: αἱ δ᾽ ἐπισημόταται μάλιστα ἄξιαι μνήμης εἰσί. [11] τοὺς δὲ Δόλοπας φράζει καὶ ποιητὴς ἱκανῶς ὅτι ἐπὶ ταῖς ἐσχατιαῖς εἰσι τῆς Φθίας, καὶ ὅτι ὑπὸ τῷ αὐτῷ ἡγεμόνι ἦσαν τῷ Πηλεῖ οὗτοί τε καὶ οἱ Φθιῶται: ἔναιον γάρ, φησίν, ἐσχατιὴν Φθίης4 Δολόπεσσιν ἀνάσσων, δόντος τοῦ Πηλέως. γειτνιᾷ δὲ τῇ Πίνδῳ καὶ τοῖς περὶ αὐτὴν χωρίοις Θετταλικοῖς οὖσι τοῖς πλείστοις. διὰ γὰρ τὴν ἐπιφάνειάν τε καὶ τὴν ἐπικράτειαν τῶν Θετταλῶν καὶ τῶν Μακεδόνων οἱ πλησιάζοντες αὐτοῖς μάλιστα τῶν Ἠπειρωτῶν, οἱ μὲν ἑκόντες οἱ δ᾽ ἄκοντες, μέρη καθίσταντο Θετταλῶν Μακεδόνων, καθάπερ Ἀθαμᾶνες καὶ Αἴθικες καὶ Τάλαρες Θετταλῶν, Ὀρέσται δὲ καὶ Πελαγόνες καὶ Ἐλιμιῶται Μακεδόνων. [12]

δὲ Πίνδος ὄρος ἐστὶ μέγα, πρὸς ἄρκτον μὲν τὴν [p. 613] Μακεδόνων, πρὸς ἑσπέραν δὲ Περραιβοὺς μετανάστας ἀνθρώπους ἔχον, πρὸς δὲ μεσημβρίαν Δόλοπας, πρὸς ἕω δὲ ... αὕτη δ᾽ ἐστὶ τῆς Θετταλίας: ἐπ᾽ αὐτῇ δὲ τῇ Πίνδῳ ᾤκουν Τάλαρες Μολοττικὸν φῦλον, τῶν περὶ τὸν Τόμαρον ἀπόσπασμα, καὶ Αἴθικες, εἰς οὓς ἐξελαθῆναί φησιν ὑπὸ Πειρίθου τοὺς Κενταύρους ποιητής: ἐκλελοιπέναι δὲ νῦν ἱστοροῦνται. τὴν δ᾽ ἔκλειψιν διττῶς ἀκουστέον: γὰρ ἀφανισθέντων τῶν ἀνθρώπων καὶ τῆς χώρας τελέως ἠρημωμένης, τοῦ ὀνόματος τοῦ ἐθνικοῦ μηκέτι ὄντος, μηδὲ τοῦ συστήματος διαμένοντος τοιούτου. ὅταν οὖν ἄσημον τελέως τὸ λειπόμενον νυνὶ σύστημα, οὐκ ἄξιον μνήμης τίθεμεν οὔτ᾽ αὐτὸ οὔτε τοὔνομα τὸ μεταληφθέν, ὅταν δ᾽ ἔχῃ τοῦ μεμνῆσθαι δικαίαν πρόφασιν, λέγειν ἀναγκαῖον τὴν μεταβολήν. [13] λοιπὸν δ᾽ εἰπεῖν τῆς παραλίας τὴν τάξιν τῆς ὑπὸ τῷ Ἀχιλλεῖ ἀπὸ Θερμοπυλῶν ἀρξαμένους: τὴν γὰρ Λοκρικὴν καὶ τὴν Οἰταίαν εἰρήκαμεν. αἱ τοίνυν Θερμοπύλαι τοῦ μὲν Κηναίου διεστήκασιν ἑβδομηκοντασταδίῳ πορθμῷ, παραπλέοντι δ᾽ ἔξω Πυλῶν τοῦ Σπερχειοῦ ὡς σταδίους δέκα: ἔνθεν δ᾽ εἰς Φάλαρα εἴκοσι: τῶν δὲ Φαλάρων ἀπὸ θαλάττης ὑπέρκειται πεντήκοντα σταδίους τῶν Λαμιέων πόλις. εἶθ᾽ ἑξῆς παραπλεύσαντι σταδίοις ἑκατὸν Ἐχῖνος ὑπέρκειται. τῆς δ᾽ ἑξῆς παραλίας ἐν μεσογαίᾳ ἐστὶν Κρεμαστὴ Λάρισα εἴκοσι σταδίους αὐτῆς διέχουσα, δ᾽ αὐτὴ καὶ Πελασγία λεγομένη Λάρισα. εἶτα Μυόννησος νησίον, εἶτ᾽ Ἀντρών: ἦν δὲ αὕτη ὑπὸ Πρωτεσιλάῳ. τοσαῦτα μὲν περὶ τῆς ὑπὸ τῷ Ἀχιλλεῖ μερίδος. [14]

ἐπεὶ δ᾽ ποιητὴς εἰς πολλὰ καὶ γνώριμα μέρη διελὼν διὰ τὸ ὀνομάζειν τούς τε ἡγεμόνας καὶ τὰς ὑπ᾽ αὐτοῖς πόλεις τὸν σύμπαντα τῆς Θετταλίας κύκλον [p. 614] διέταξεν, ἡμεῖς ἀκολουθοῦντες τούτῳ πάλιν ὥσπερ ἐν τοῖς ἐπάνω προσεκπληρώσομεν τὴν λοιπὴν περιοδείαν τῆς χώρας. καταλέγει τοίνυν ἐφεξῆς τοῖς ὑπ᾽ Ἀχιλλεῖ τοὺς ὑπὸ Πρωτεσιλάῳ: οὗτοι δ᾽ εἰσὶν οἱ καὶ ἐφεξῆς ὄντες τῇ ὑπὸ τῷ Ἀχιλλεῖ παραλίᾳ μέχρι Ἀντρῶνος. ὁριζομένη τοίνυν τῆς ἐφεξῆς ἐστὶν ὑπὸ τῷ Πρωτεσιλάῳ, ἔξω μὲν οὖσα τοῦ Μαλιακοῦ κόλπου, ἔτι δ᾽ ἐντὸς τῆς Φθιώτιδος, οὐ μὴν τῆς ὑπὸ τῷ Ἀχιλλεῖ. μὲν οὖν Φυλάκη ἐγγὺς Θηβῶν ἐστι τῶν Φθιωτίδων, αἵπερ εἰσὶ καὶ αὐταὶ ὑπὸ τῷ Πρωτεσιλάῳ: καὶ Ἅλος δὲ καὶ Λάρισα Κρεμαστὴ καὶ τὸ Δημήτριον ὑπ᾽ ἐκείνῳ, πᾶσαι πρὸς ἕω τῆς Ὄθρυος. τὸ δὲ Δημήτριον Δήμητρος εἴρηκε τέμενος καὶ ἐκάλεσε Πύρασον. ἦν δὲ πόλις εὐλίμενος Πύρασος ἐν δυσὶ σταδίοις, ἔχουσα Δήμητρος ἄλσος καὶ ἱερὸν ἅγιον, διέχουσα Θηβῶν σταδίους εἴκοσι: ὑπέρκεινται δὲ Πυράσου μὲν αἱ Θῆβαι. τῶν Θηβῶν δὲ ἐν τῇ μεσογαίᾳ τὸ Κρόκιον πεδίον πρὸς τῷ καταλήγοντι τῆς Ὄθρυος, δι᾽ οὗ Ἄμφρυσος ῥεῖ. τούτου δ᾽ ὑπέρκειται Ἴτωνος, ὅπου τὸ τῆς Ἰτωνίας ἱερόν, ἀφ᾽ οὗ καὶ τὸ ἐν τῇ Βοιωτίᾳ, καὶ Κουάριος ποταμός: εἴρηται δὲ περὶ τούτου καὶ τῆς Ἄρνης ἐν τοῖς Βοιωτιακοῖς. ταῦτα δ᾽ ἐστὶ τῆς Θετταλιώτιδος μιᾶς τῶν τεττάρων μερίδων τῆς συμπάσης Θετταλίας, ἧς καὶ τὰ ὑπ᾽ Εὐρυπύλῳ καὶ Φύλλος, ὅπου Ἀπόλλωνος τοῦ Φυλλίου ἱερόν, καὶ Ἴχναι, ὅπου Θέμις Ἰχναία τιμᾶται. καὶ Κίερος δ᾽ εἰς αὐτὴν συντελεῖ καὶ τἆλλα μέχρι τῆς Ἀθαμανίας. κατὰ δὲ τὸν Ἀντρῶνα ἕρμα ὕφαλον ἐν τῷ πρὸς Εὐβοίᾳ ἐστὶ πόρῳ καλούμενον ὄνος Ἀντρῶνος. εἶτα Πτελεὸν καὶ Ἅλος: εἶτα τὸ τῆς Δήμητρος ἱερὸν καὶ Πύρασος κατεσκαμμένος, ὑπὲρ αὐτὸν δὲ αἱ Θῆβαι: εἶτα ἄκρα Πύρρα καὶ [p. 615] δύο νησία πλησίον, ὧν τὸ μὲν Πύρρα τὸ δὲ Δευκαλίων καλεῖται: ἐνταῦθα δὲ καὶ Φθιῶτίς πως τελευτᾷ. [15]

ἑξῆς δὲ τοὺς ὑπὸ τῷ Εὐμήλῳ καταλέγει, τὴν συνεχῆ παραλίαν, ἥπερ ἐστὶν ἤδη Μαγνησίας καὶ τῆς Πελασγιώτιδος γῆς. Φεραὶ μὲν οὖν εἰσι πέρας τῶν Πελασγικῶν πεδίων πρὸς τὴν Μαγνησίαν, παρατείνει μέχρι τοῦ Πηλίου σταδίους ἑκατὸν ἑξήκοντα. ἐπίνειον δὲ τῶν Φερῶν Παγασαὶ διέχον ἐνενήκοντα σταδίους αὐτῶν, Ἰωλκοῦ δὲ εἴκοσιν. δ᾽ Ἰωλκὸς κατέσκαπται μὲν ἐκ παλαιοῦ, ἐντεῦθεν δ᾽ ἔστειλε τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ Πελίας: ἀπὸ δὲ τῆς ναυπηγίας τῆς Ἀργοῦς καὶ Παγασὰς λέγεσθαι μυθεύουσι τὸν τόπον, οἱ δὲ πιθανώτερον ἡγοῦνται τοὔνομα τῷ τόπῳ τεθῆναι τοῦτο ἀπὸ τῶν πηγῶν αἳ πολλαί τε καὶ δαψιλεῖς ῥέουσι: πλησίον δὲ καὶ Ἀφέται ὡς ἂν ἀφετήριόν τι τῶν Ἀργοναυτῶν. τῆς δὲ Δημητριάδος ἑπτὰ σταδίους ὑπέρκειται τῆς θαλάττης Ἰωλκός. ἔκτισε δὲ Δημήτριος πολιορκητὴς ἐπώνυμον ἑαυτοῦ τὴν Δημητριάδα μεταξὺ Νηλείας καὶ Παγασῶν ἐπὶ θαλάττῃ τὰς πλησίον πολίχνας εἰς αὐτὴν συνοικίσας, Νήλειάν τε καὶ Παγασὰς καὶ Ὀρμένιον, ἔτι δὲ Ῥιζοῦντα Σηπιάδα Ὀλιζῶνα Βοίβην Ἰωλκόν, αἳ δὴ νῦν εἰσι κῶμαι τῆς Δημητριάδος. καὶ δὴ καὶ ναύσταθμον ἦν τοῦτο καὶ βασίλειον μέχρι πολλοῦ τοῖς βασιλεῦσι τῶν Μακεδόνων, ἐπεκράτει δὲ καὶ τῶν Τεμπῶν καὶ τῶν ὀρῶν ἀμφοῖν, ὥσπερ εἴρηται, τοῦ τε Πηλίου καὶ τῆς Ὄσσης: νῦν δὲ συνέσταλται μέν, τῶν δ᾽ ἐν τῇ Μαγνησίᾳ πασῶν ὅμως διαφέρει. δὲ Βοιβηὶς λίμνη πλησιάζει μὲν ταῖς Φεραῖς, συνάπτει δὲ καὶ τοῖς ἀπολήγουσι τοῦ Πηλίου πέρασι καὶ τῆς Μαγνησίας: Βοίβη δὲ χωρίον ἐπὶ τῇ λίμνῃ κείμενον. καθάπερ δὲ τὴν Ἰωλκὸν αὐξηθεῖσαν ἐπὶ πλέον κατέλυσαν αἱ στάσεις καὶ αἱ τυραννίδες, οὕτως καὶ τὰς Φερὰς [p. 616] συνέστειλαν ἐξαρθείσας ποτὲ καὶ συγκαταλυθείσας τοῖς τυράννοις. πλησίον δὲ τῆς Δημητριάδος Ἄναυρος ῥεῖ. καλεῖται δὲ καὶ συνεχὴς αἰγιαλὸς Ἰωλκός: ἐνταῦθα δὲ καὶ τὴν Πυλαϊκὴν πανήγυριν συνετέλουν. δ᾽ Ἀρτεμίδωρος ἀπωτέρω τῆς Δημητριάδος τίθησι τὸν Παγασιτικὸν κόλπον εἰς τοὺς ὑπὸ Φιλοκτήτῃ τόπους: ἐν δὲ τῷ κόλπῳ φησὶν εἶναι τὴν Κικύνηθον νῆσον καὶ πολίχνην ὁμώνυμον. [16]

ἑξῆς δ᾽ αἱ ὑπὸ Φιλοκτήτῃ πόλεις καταλέγονται. μὲν οὖν Μηθώνη ἑτέρα ἐστὶ τῆς Θρᾳκίας Μεθώνης, ἣν κατέσκαψε Φίλιππος: ἐμνήσθημεν δὲ καὶ πρότερον τῆς τῶν ὀνομάτων τούτων καὶ τῶν ἐν Πελοποννήσῳ ... τροπῆς: τἆλλα δὲ διηρίθμηται, τε Θαυμακία καὶ Ὀλιζὼν καὶ Μελίβοια, τῆς ἑξῆς παραλίας ἐστίν. πρόκεινται δὲ τῶν Μαγνήτων νῆσοι συχναὶ μέν, αἱ δ᾽ ἐν ὀνόματι Σκίαθός τε καὶ Πεπάρηθος καὶ Ἰκὸς Ἁλόννησός τε καὶ Σκῦρος, ὁμωνύμους ἔχουσαι πόλεις. μάλιστα δ᾽ ἐστὶν ἐν ὀνόματι Σκῦρος διὰ τὴν Λυκομήδους πρὸς Ἀχιλλέα οἰκειότητα καὶ τὴν Νεοπτολέμου τοῦ Ἀχιλλέως ἐνταῦθα γένεσίν τε καὶ ἐκτροφήν. ὕστερον δὲ Φίλιππος αὐξηθείς, ὁρῶν Ἀθηναίους ἐπικρατοῦντας τῆς θαλάττης καὶ τῶν νήσων ἄρχοντας καὶ τούτων καὶ τῶν ἄλλων, ἐποίησε τὰς πλησίον ἑαυτῷ μάλιστα ἐνδόξους. πολεμῶν γὰρ περὶ τῆς ἡγεμονίας ἐπεχείρει πρώτοις ἀεὶ τοῖς ἐγγύθεν, καὶ καθάπερ αὐτῆς τῆς Μαγνήτιδος τὰ πολλὰ μέρη Μακεδονίαν ἐποίησε καὶ τῆς Θρᾴκης καὶ τῆς ἄλλης τῆς κύκλῳ γῆς, οὕτω καὶ τὰς πρὸ τῆς Μαγνησίας νήσους ἀφῃρεῖτο, καὶ τὰς ὑπ᾽ οὐδενὸς γνωριζομένας πρότερον περιμαχήτους καὶ γνωρίμους ἐποίει. τὴν δ᾽ οὖν Σκῦρον καὶ μάλιστα μὲν αἱ ἀρχαιολογίαι συνιστῶσιν, ἀλλὰ καὶ τὰ τοιαῦτα θρυλεῖσθαι ποιεῖ, οἷον αἱ τῶν αἰγῶν ἀρεταὶ τῶν Σκυρίων, [p. 617] καὶ τὰ μέταλλα τῆς ποικίλης λίθου τῆς Σκυρίας, καθάπερ τῆς Καρυστίας καὶ τῆς Δοκιμαίας Συνναδικῆς, καὶ τῆς Ἱεραπολιτικῆς. μονολίθους γὰρ κίονας καὶ πλάκας μεγάλας ὁρᾶν ἔστιν ἐν τῇ Ῥώμῃ τῆς ποικίλης λιθείας, ἀφ᾽ ἧς πόλις κοσμεῖται δημοσίᾳ τε καὶ ἰδίᾳ, πεποίηκέ τε τὰ λευκόλιθα οὐ πολλοῦ ἄξια. [17]

δ᾽ οὖν ποιητὴς μέχρι δεῦρο προελθὼν τῆς Μαγνητικῆς παραλίας ἐπάνεισιν ἐπὶ τὴν ἄνω Θετταλίαν: καὶ γὰρ τὰ παρατείνοντα τῇ Φθιώτιδι, ἀρξάμενος ἀπὸ τῆς Δολοπίας καὶ τῆς Πίνδου, μέχρι τῆς κάτω Θετταλίας διέξεισινοἳ δ᾽ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν.’ ταῦτα τὰ χωρία ἔστι μὲν τῆς Ἱστιαιώτιδος, ἐκαλεῖτο δ᾽, ὥς φασι, πρότερον Δωρίς: κατασχόντων δὲ τῶν Περραιβῶν αὐτήν, οἳ καὶ τῆς Εὐβοίας τὴν Ἱστιαιῶτιν κατεστρέψαντο καὶ τοὺς ἀνθρώπους εἰς τὴν ἤπειρον ἀνέσπασαν, διὰ τὸ πλῆθος τῶν ἐποικησάντων Ἱστιαίων τὴν χώραν ἀπ᾽ ἐκείνων οὕτως ἐκάλεσαν. καλοῦσι δὲ καὶ αὐτὴν καὶ τὴν Δολοπίαν τὴν ἄνω Θετταλίαν, ἐπ᾽ εὐθείας οὖσαν τῇ ἄνω Μακεδονίᾳ, καθάπερ καὶ τὴν κάτω τῇ κάτω. ἔστι δ᾽ μὲν Τρίκκη, ὅπου τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἀρχαιότατον καὶ ἐπιφανέστατον, ὅμορος τοῖς τε Δόλοψιν καὶ τοῖς περὶ τὴν Πίνδον τόποις. τὴν δ᾽ Ἰθώμην ὁμωνύμως τῇ Μεσσηνιακῇ λεγομένην οὔ φασι δεῖν οὕτως ἐκφέρειν, ἀλλὰ τὴν πρώτην συλλαβὴν ἀφαιρεῖν: οὕτω γὰρ καλεῖσθαι πρότερον, νῦν δὲ Ἰθώμη μετωνομάσθαι, χωρίον ἐρυμνὸν καὶ τῷ ὄντι κλωμακόεν, ἱδρυμένον μεταξὺ τεττάρων φρουρίων ὥσπερ ἐν τετραπλεύρῳ κειμένων, Τρίκκης τε καὶ Μητροπόλεως καὶ Πελινναίου καὶ Γόμφων. τῆς δὲ δὴ Μητροπολιτῶν ἐστι χώρας Ἰθώμη. δὲ Μητρόπολις πρότερον μὲν ἐκ τριῶν συνῴκιστο πολιχνίων ἀσήμων, ὕστερον δὲ καὶ πλείους [p. 618] προσελήφθησαν, ὧν ἦν καὶ Ἰθώμη. Καλλίμαχος μὲν οὖν φησιν ἐν τοῖς ἰάμβοις τὰς Ἀφροδίτας θεὸς γὰρ οὐ μίατὴν Καστνιῆτιν ὑπερβάλλεσθαι πάσας τῷ φρονεῖν, ὅτι μόνη παραδέχεται τὴν τῶν ὑῶν θυσίαν. καὶ μὴν πολυίστωρ, εἴ τις ἄλλος, καὶ πάντα τὸν βίον, ὡς αὐτὸς εἴρηκεν, ταῦτα μυθεῖσθαι βουλόμενος. οἱ δ᾽ ὕστερον ἤλεγξαν οὐ μίαν Ἀφροδίτην μόνον ἀλλὰ καὶ πλείους ἀποδεδεγμένας τὸ ἔθος τοῦτο, ὧν εἶναι καὶ τὴν ἐν τῇ Μητροπόλει: ταύτῃ δὲ μίαν τῶν συνοικισθεισῶν εἰς αὐτὴν πόλεων παραδοῦναι τὸ ἔθος Ὀνθύριον. ἔστι δὲ καὶ Φαρκαδὼν ἐν τῇ Ἱστιαιώτιδι, καὶ ῥεῖ δι᾽ αὐτῶν Πηνειὸς καὶ Κουράλιος: ὧν Κουράλιος ῥυεὶς παρὰ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν εἰς τὸν Πηνειὸν ἐξίησιν, αὐτὸς δ᾽ Πηνειὸς ἄρχεται μὲν ἐκ Πίνδου, καθάπερ εἴρηται, ἐν ἀριστερᾷ δ᾽ ἀφεὶς Τρίκκην τε καὶ Πελινναῖον καὶ Φαρκαδόνα φέρεται παρά τε Ἄτρακα καὶ Λάρισαν, καὶ τοὺς ἐν τῇ Θετταλιώτιδι δεξάμενος ποταμοὺς πρόεισι διὰ τῶν Τεμπῶν ἐπὶ τὰς ἐκβολάς. τὴν δ᾽ Οἰχαλίαν πόλιν Εὐρύτου λεγομένην ἔν τε τοῖς τόποις τούτοις ἱστοροῦσι καὶ ἐν Εὐβοίᾳ καὶ ἐν Ἀρκαδίᾳ, καὶ μετονομάζουσιν ἄλλοι ἄλλως, καὶ ἐν τοῖς Πελοποννησιακοῖς εἴρηται. περὶ δὲ τούτων ζητοῦσι καὶ μάλιστα τίς ἦν ὑπὸ Ἡρακλέους ἁλοῦσα, καὶ περὶ τίνος συνέγραψεν ποιήσας τὴν Οἰχαλίας ἅλωσιν. ταῦτα μὲν δὴ τὰ χωρία τοῖς Ἀσκληπιάδαις ὑπέταξεν. [18]

ἑξῆς δὲ λέγει τὴν ὑπ᾽ Εὐρυπύλῳοἳ δ᾽ ἔχον Ὀρμένιον οἵ τε κρήνην Ὑπέρειαν, οἵ τ᾽ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα.’ τὸ μὲν οὖν Ὀρμένιον νῦν Ὀρμίνιον καλεῖται, ἔστι δ᾽ ὑπὸ τῷ Πηλίῳ κώμη κατὰ τὸν Παγασιτικὸν κόλπον τῶν συνῳκισμένων εἰς τὴν Δημητριάδα πόλεων, ὡς εἴρηται. ἀνάγκη δὲ καὶ τὴν Βοιβηίδα [p. 619] λίμνην εἶναι πλησίον, ἐπειδὴ καὶ Βοίβη τῶν περιοικίδων ἦν τῆς Δημητριάδος καὶ αὐτὸ τὸ Ὀρμένιον. τὸ μὲν οὖν Ὀρμένιον ἀπέχει τῆς Δημητριάδος πεζῇ σταδίους ἑπτὰ καὶ εἴκοσιν, δὲ τῆς Ἰωλκοῦ τόπος ἐν ὁδῷ κείμενος τῆς μὲν Δημητριάδος ἑπτὰ σταδίους διέστηκε, τοῦ δ᾽ Ὀρμενίου τοὺς λοιποὺς σταδίους εἴκοσι. φησὶ δ᾽ Σκήψιος ἐκ τοῦ Ὀρμενίου τὸν Φοίνικα εἶναι, καὶ φεύγειν αὐτὸν ἐνθένδε παρὰ τοῦπατρὸς Ἀμύντορος Ὀρμενίδαοεἰς τὴν Φθίανἐς Πηλῆα ἄνακτα.’ ἐκτίσθαι γὰρ ὑπὸ Ὀρμένου τὸ χωρίον τοῦτο τοῦ Κερκάφου τοῦ Αἰόλου: παῖδας δὲ τοῦ Ὀρμένου γενέσθαι τόν τε Ἀμύντορα καὶ Εὐαίμονα, ὧν τοῦ μὲν εἶναι Φοίνικα τοῦ δ᾽ Εὐρύπυλον: φυλαχθῆναι δὲ τῷ Εὐρυπύλῳ τὴν διαδοχὴν κοινήν, ἅτε ἂν ἀπελθόντος τοῦ Φοίνικος ἐκ τῆς οἰκείας: καὶ δὴ καὶ γράφει οὕτωςοἷον ὅτε πρῶτον λίπον Ὀρμένιον πολύμηλον,’ ἀντὶ τοῦλίπον Ἑλλάδα καλλιγύναικα.’ Κράτης δὲ Φωκέα ποιεῖ τὸν Φοίνικα, τεκμαιρόμενος ἐκ τοῦ κράνους τοῦ Μέγητος ἐχρήσατο Ὀδυσσεὺς κατὰ τὴν νυκτεγερσίαν, περὶ οὗ φησιν ποιητὴς ὅτιἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετ᾽ Αὐτόλυκος, πυκινὸν δόμον ἀντιτορήσας.’ τόν τε γὰρ Ἐλεῶνα ἐν τῷ Παρνασσῷ πολίχνιον εἶναι, τόν τε Ὀρμενίδην Ἀμύντορα οὐκ ἄλλον τινὰ λέγεσθαι τὸν τοῦ Φοίνικος πατέρα, καὶ τὸν Αὐτόλυκον οἰκοῦντα ἐν τῷ Παρνασσῷ τοιχωρυχεῖν τὰ τῶν γειτόνων, ὅπερ κοινόν ἐστι τοιχωρύχου παντός, οὐ τὰ τῶν πόρρωθεν. δὲ Σκήψιός φησι μήτε Ἐλεῶνα μηδένα τόπον τοῦ Παρνασσοῦ δείκνυσθαι, ἀλλὰ Νεῶνα, καὶ ταύτην οἰκισθεῖσαν μετὰ τὰ Τρωικά, μήτ᾽ ἐκ γειτόνων τὰς τοιχωρυχίας γίνεσθαι μόνον. καὶ ἄλλα δ᾽ ἐστὶν λέγοι τις ἄν, ἀλλ᾽ οὖν ὀκνῶ διατρίβειν ἐπὶ πλέον. ἄλλοι δὲ γράφουσιν ἐξ Ἑλεῶνος: Ταναγρικὴ δέ ἐστιν αὕτη: καὶ [p. 620] μᾶλλον ἐλέγχοι ἀτόπως ἂν λεγόμενον τόφεῦγον ἔπειτ᾽ ἀπάνευθε δι᾽ Ἑλλάδος, Φθίην δ᾽ ἐξικόμην.’ δ᾽ Ὑπέρεια κρήνη ἐν μέσῃ ἐστὶ τῇ Φεραίων πόλει Εὐμήλου οὔσῃ: ἄτοπον τοίνυν δοῦναι Εὐρυπύλῳ. Τίτανος δ᾽ ἀπὸ τοῦ συμβεβηκότος ὠνομάσθη: λευκόγεων γάρ ἐστι τὸ χωρίον Ἄρνης πλησίον καὶ τῶν Ἀφετῶν: καὶ τὸ Ἀστέριον δ᾽ οὐκ ἄπωθεν τούτων ἐστί. [19] συνεχεῖς δὲ τῇ μερίδι ταύτῃ λέγονται οἱ ὑπὸ τῷ Πολυποίτῃοἳ δ᾽ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τ᾽ Ὀλοοσσόνα λευκήν.’ ταύτην τὴν χώραν πρότερον μὲν ᾤκουν Περραιβοί, τὸ πρὸς θαλάττῃ μέρος νεμόμενοι καὶ τῷ Πηνειῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ καὶ Γυρτῶνος πόλεως Περραιβίδος. εἶτα ταπεινώσαντες ἐκείνους5 Λαπίθαι κατέσχον αὐτοὶ τὰ χωρία, Ἰξίων καὶ υἱὸς Πειρίθους, ὃς καὶ τὸ Πήλιον κατεκτήσατο βιασάμενος τοὺς κατασχόντας Κενταύρους, ἄγριόν τι φῦλον. τούτους μὲν οὖνἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσε,’ τοῖς δὲ Λαπίθαις τὰ πεδία παρέδωκε: τινὰ δ᾽ αὐτῶν καὶ οἱ Περραιβοὶ κατεῖχον, τὰ πρὸς τῷ Ὀλύμπῳ: ἔστι δ᾽ ὅπου καὶ ὅλοι ἀναμὶξ τοῖς Λαπίθαις ᾤκουν. μὲν οὖν Ἄργισσα, νῦν Ἄργουρα, ἐπὶ τῷ Πηνειῷ κεῖται: ὑπέρκειται δ᾽ αὐτῆς Ἄτραξ ἐν τετταράκοντα σταδίοις, τῷ ποταμῷ πλησιάζουσα καὶ αὕτη: τὴν δ᾽ ἀνὰ μέσον ποταμίαν εἶχον Περραιβοί. Ὄρθην δὲ τινὲς τὴν ἀκρόπολιν τῶν Φαλανναίων εἰρήκασιν: δὲ Φάλαννα Περραιβικὴ πόλις πρὸς τῷ Πηνειῷ πλησίον τῶν Τεμπῶν. οἱ μὲν οὖν Περραιβοὶ καταδυναστευθέντες ὑπὸ τῶν Λαπιθῶν εἰς τὴν ὀρεινὴν ἀπανέστησαν οἱ πλείους τὴν περὶ Πίνδον καὶ Ἀθαμᾶνας καὶ Δόλοπας, τὴν δὲ χώραν [p. 621] καὶ τοὺς ὑπολειφθέντας τῶν Περραιβῶν κατέσχον Λαρισαῖοι, πλησίον μὲν οἰκοῦντες τοῦ Πηνειοῦ, γειτνιῶντες δ᾽ ἐκείνοις, νεμόμενοι δὲ τὰ εὐδαιμονέστατα μέρη τῶν πεδίων, πλὴν εἴ τι σφόδρα κοῖλον πρὸς τῇ λίμνῃ τῇ Νεσσωνίδι, εἰς ἣν ὑπερκλύζων ποταμὸς ἀφῃρεῖτό τι τῆς ἀροσίμου τοὺς Λαρισαίους: ἀλλ᾽ ὕστερον παραχώμασιν ἐπηνώρθωσαν Λαρισαῖοι. οὗτοι δ᾽ οὖν κατεῖχον τέως τὴν Περραιβίαν καὶ φόρους ἐπράττοντο, ἕως Φίλιππος κατέστη κύριος τῶν τόπων. Λάρισα δ᾽ ἐστὶ καὶ ἐν τῇ Ὄσσῃ χωρίον: καὶ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία λεγομένη: καὶ ἐν τῇ Κρήτῃ πόλις νῦν εἰς Ἱεράπυτναν συνοικισθεῖσα, ἀφ᾽ ἧς καὶ τὸ ὑποκείμενον πεδίον νῦν Λαρίσιον καλεῖται: καὶ ἐν Πελοποννήσῳ τε τῶν Ἀργείων ἄκρα καὶ τὴν Ἠλείαν ἀπὸ Δύμης διορίζων Λάρισος ποταμός. Θεόπομπος δὲ καὶ πόλιν λέγει ἐν τῇ αὐτῇ μεθορίᾳ κειμένην Λάρισαν: καὶ ἐν τῇ Ἀσίᾳ τε Φρικωνὶς περὶ τὴν Κύμην καὶ κατὰ Ἁμαξιτὸν τῆς Τρῳάδος: καὶ Ἐφεσία Λάρισά ἐστι καὶ ἐν Συρίᾳ: τῆς δὲ Μιτυλήνης ἀπὸ πεντήκοντα σταδίων εἰσὶ Λαρισαῖαι πέτραι κατὰ τὴν ἐπὶ Μηθύμνης ὁδόν: καὶ ἐν τῇ Ἀττικῇ δ᾽ ἐστὶ Λάρισα: καὶ τῶν Τράλλεων διέχουσα κώμη τριάκοντα σταδίους ὑπὲρ τῆς πόλεως ἐπὶ Καΰστρου πεδίον διὰ τῆς Μεσωγίδος ἰόντων κατὰ τὸ τῆς Ἰσοδρόμης Μητρὸς ἱερόν, ὁμοίαν τὴν θέσιν καὶ τὴν ἀρετὴν ἔχουσα τῇ Κρεμαστῇ Λαρίσῃ: καὶ γὰρ εὔυδρος καὶ ἀμπελόφυτος: ἴσως δὲ καὶ Λαρίσιος Ζεὺς ἐκεῖθεν ἐπωνόμασται: καὶ ἐν τοῖς ἀριστεροῖς δὲ τοῦ Πόντου κώμη τις καλεῖται Λάρισα μεταξὺ Ναυλόχου καὶ Ὀδησσοῦ πλησίον τῶν ἄκρων τοῦ Αἵμου. καὶ Ὀλοσσὼν δὲ λευκὴ προσαγορευθεῖσα ἀπὸ τοῦ λευκάργιλος εἶναι, καὶ Ἠλώνη Περραιβικαὶ πόλεις, καὶ Γόννος. δ᾽ Ἠλώνη μετέβαλε τοὔνομα Λειμώνη [p. 622] μετονομασθεῖσα: κατέσκαπται δὲ νῦν: ἄμφω δ᾽ ὑπὸ τῷ Ὀλύμπῳ κεῖνται οὐ πολὺ ἄπωθεν τοῦ Εὐρώπου ποταμοῦ, ὃν ποιητὴς Τιταρήσιον καλεῖ. [20] λέγει δὲ καὶ περὶ τούτου καὶ περὶ τῶν Περραιβῶν ἐν τοῖς ἑξῆς ποιητὴς ὅταν φῇΓουνεὺς δ᾽ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας. τῷ δ᾽ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί, οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί᾽ ἔθεντο, οἵ τ᾽ ἀμφ᾽ ἱμερτὸν Τιταρήσιον ἔργ᾽ ἐνέμοντο.’ λέγει μὲν οὖν τούτους τοὺς τόπους τῶν Περραιβῶν, ἀπὸ μέρους τῆς Ἑστιαιώτιδος ἐπειληφότας: ἦσαν δὲ καὶ ὑπὸ τῷ Πολυποίτῃ ἐκ μέρους Περραιβικαί, τοῖς μέντοι Λαπίθαις προσένειμε διὰ τὸ ἀναμὶξ οἰκεῖν καὶ τὰ μὲν πεδία κατέχειν τοὺς Λαπίθας καὶ τὸ ἐνταῦθα Περραιβικὸν ὑπὸ τούτοις τετάχθαι ὡς ἐπὶ πλέον, τὰ δ᾽ ὀρεινότερα χωρία πρὸς τῷ Ὀλύμπῳ καὶ τοῖς Τέμπεσι τοὺς Περραιβούς, καθάπερ τὸν Κύφον καὶ τὴν Δωδώνην καὶ τὰ περὶ τὸν Τιταρήσιον, ὃς ἐξ ὄρους Τιταρίου συμφυοῦς τῷ Ὀλύμπῳ ῥέων εἰς τὰ πλησίον τῶν Τεμπῶν χωρία τῆς Περραιβίας αὐτοῦ που τὰς συμβολὰς ποιεῖται πρὸς τὸν Πηνειόν. τὸ μὲν οὖν τοῦ Πηνειοῦ καθαρόν ἐστιν ὕδωρ, τὸ δὲ τοῦ Τιταρησίου λιπαρὸν ἔκ τινος ὕλης ὥστ᾽ οὐ συμμίσγεταιἀλλά τέ μιν καθύπερθεν ἐπιτρέχει ἠύτ᾽ ἔλαιον.’ διὰ δὲ τὸ ἀναμὶξ οἰκεῖν Σιμωνίδης Περραιβοὺς καὶ Λαπίθας καλεῖ τοὺς Πελασγιώτας ἅπαντας, τοὺς τὰ ἑῷα κατέχοντας τὰ περὶ Γυρτῶνα καὶ τὰς ἐκβολὰς τοῦ Πηνειοῦ καὶ Ὄσσαν καὶ Πήλιον καὶ τὰ περὶ Δημητριάδα καὶ τὰ ἐν τῷ πεδίῳ, Λάρισαν Κραννῶνα Σκοτοῦσσαν Μόψιον Ἄτρακα, καὶ τὰ περὶ τὴν Νεσσωνίδα λίμνην καὶ τὴν Βοιβηίδα: ὧν ποιητὴς ὀλίγων μέμνηται διὰ τὸ μὴ οἰκισθῆναί πω τἆλλα φαύλως οἰκισθῆναι διὰ τοὺς κατακλυσμοὺς ἄλλοτ᾽ ἄλλους γινομένους: ἐπεὶ οὐδὲ τῆς [p. 623] Νεσσωνίδος μέμνηται λίμνης, ἀλλὰ τῆς Βοιβηίδος μόνον πολὺ ἐλάττονος οὔσης, ταύτης δὲ μόνης μενούσης, ἐκείνης δὲ ὡς εἰκὸς τοτὲ μὲν πληρουμένης ἀτάκτως, τοτὲ δ᾽ ἐκλειπομένης. τῆς δὲ Σκοτούσσης ἐμνήσθημεν καὶ ἐν τοῖς περὶ Δωδώνης λόγοις καὶ τοῦ μαντείου τοῦ ἐν Θετταλίᾳ, διότι περὶ τοῦτον ὑπῆρξε τὸν τόπον. ἔστι δ᾽ ἐν τῇ Σκοτούσσῃ χωρίον τι Κυνὸς κεφαλαὶ καλούμενον, περὶ Ῥωμαῖοι μετ᾽ Αἰτωλῶν καὶ Τίτος Κοΐντιος ἐνίκων μάχῃ μεγάλῃ Φίλιππον τὸν Δημητρίου, Μακεδόνων βασιλέα. [21] πέπονθε δέ τι τοιοῦτο καὶ Μαγνῆτις: κατηριθμημένων γὰρ ἤδη πολλῶν αὐτῆς τόπων οὐδένας τούτων ὠνόμακε Μάγνητας Ὅμηρος, ἀλλ᾽ ἐκείνους μόνους οὓς τυφλῶς καὶ οὐ γνωρίμως διασαφεῖοἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον.’ ἀλλὰ μὴν περὶ τὸν Πηνειὸν καὶ τὸ Πήλιον οἰκοῦσι καὶ οἱ τὴν Γυρτῶνα ἔχοντες, οὓς ἤδη κατέλεξε, καὶ τὸ Ὀρμένιον καὶ ἄλλοι πλείους, καὶ ἔτι ἀπωτέρω τοῦ Πηλίου ὅμως Μάγνητες ἦσαν ἀρξάμενοι ἀπὸ τῶν ὑπ᾽ Εὐμήλῳ, κατά γε τοὺς ὕστερον ἀνθρώπους. ἐοίκασιν οὖν διὰ τὰς συνεχεῖς μεταστάσεις καὶ ἐξαλλάξεις τῶν πολιτειῶν καὶ ἐπιμίξεις συγχεῖν καὶ τὰ ὀνόματα καὶ τὰ ἔθνη, ὥστε τοῖς νῦν ἔσθ᾽ ὅτε ἀπορίαν παρέχειν, καθάπερ τοῦτο τὸ πρῶτον μὲν ἐπὶ Κραννῶνος καὶ τῆς Γυρτῶνος γεγένηται. τοὺς μὲν γὰρ Γυρτωνίους Φλεγύας πρότερον ἐκάλουν ἀπὸ Φλεγύου τοῦ Ἰξίονος ἀδελφοῦ, τοὺς δὲ Κραννωνίους Ἐφύρους, ὥστε διαπορεῖν, ὅταν φῇ ποιητήςτὼ μὲν ἄρ᾽ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσοντο ἠὲ μετὰ Φλεγύας μεγαλήτορας,’ τίνας ποτὲ βούλεται λέγειν: [22] ἔπειτα τοῦτο καὶ ἐπὶ τῶν Περραιβῶν καὶ τῶν Αἰνιάνων συνέβη: Ὅμηρος μὲν γὰρ συνέζευξεν αὐτοὺς ὡς πλησίον ἀλλήλων οἰκοῦντας: καὶ δὴ [p. 624] καὶ λέγεται ὑπὸ τῶν ὕστερον ἐπὶ χρόνον συχνὸν οἴκησις τῶν Αἰνιάνων ἐν τῷ Δωτίῳ γενέσθαι πεδίῳ, τοῦτο δ᾽ ἐστὶ πλησίον τῆς ἄρτι λεχθείσης Περραιβίας καὶ τῆς Ὄσσης καὶ ἔτι τῆς Βοιβηίδος λίμνης, ἐν μέσῃ μέν πως τῇ Θετταλίᾳ λόφοις δὲ ἰδίοις περικλειόμενον, περὶ οὗ Ἡσίοδος οὕτως εἴρηκεν οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνοὺς Δωτίῳ ἐν πεδίῳ, πολυβότρυος ἄντ᾽ Ἀμύροιο, νίψατο Βοιβιάδος λίμνης πόδα παρθένος ἀδμής.” οἱ μὲν οὖν Αἰνιᾶνες οἱ πλείους εἰς τὴν Οἴτην ἐξηλάθησαν ὑπὸ τῶν Λαπιθῶν, κἀνταῦθα δὲ ἐδυνάστευσαν ἀφελόμενοι τῶν τε Δωριέων τινὰ μέρη καὶ τῶν Μαλιέων μέχρι Ἡρακλείας καὶ Ἐχίνου, τινὲς δ᾽ αὐτῶν ἔμειναν περὶ Κύφον, Περραιβικὸν ὄρος ὁμώνυμον κατοικίαν ἔχον. οἱ δὲ Περραιβοὶ τινὲς μὲν συσταλέντες περὶ τὰ ἑσπέρια τοῦ Ὀλύμπου μέρη κατέμενον αὐτόθι πρόσχωροι ὄντες Μακεδόσι, τὸ δὲ πολὺ μέρος εἰς τὰ περὶ τὴν Ἀθαμανίαν ὄρη καὶ τὴν Πίνδον ἐξέπεσε: νυνὶ δὲ μικρὸν οὐδὲν αὐτῶν ἴχνος σώζεται. τοὺς δ᾽ οὖν ὑπὸ τοῦ ποιητοῦ λεχθέντας Μάγνητας ὑστάτους ἐν τῷ Θετταλικῷ καταλόγῳ νομιστέον τοὺς ἐντὸς τῶν Τεμπῶν ἀπὸ τοῦ Πηνειοῦ καὶ τῆς Ὄσσης ἕως Πηλίου, Μακεδόνων τοῖς Πιεριώταις ὁμόρους τοῖς ἔχουσι τὴν τοῦ Πηνειοῦ περαίαν μέχρι τῆς θαλάττης. τὸ μὲν οὖν Ὁμόλιον τὴν Ὁμόληνλέγεται γὰρ ἀμφοτέρωςἀποδοτέον αὐτοῖς: εἴρηται δ᾽ ἐν τοῖς Μακεδονικοῖς ὅτι ἐστὶ πρὸς τῇ Ὄσσῃ κατὰ τὴν ἀρχὴν τῆς τοῦ Πηνειοῦ διὰ τῶν Τεμπῶν διεκβολῆς. εἰ δὲ καὶ μέχρι τῆς παραλίας προϊτέον τῆς ἐγγυτάτω τοῦ Ὁμολίου, λόγον ἔχει ὥστε καὶ τὸν Ῥιζοῦντα προσνέμειν καὶ Ἐρυμνὰς ἐν τῇ ὑπὸ Φιλοκτήτῃ παραλίᾳ κειμένας καὶ τῇ ὑπὸ Εὐμήλῳ. τοῦτο μὲν οὖν ἐν ἀσαφεῖ κείσθω. καὶ