previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ode 18

Χορός
βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,
τῶν ἁβροβίων ἄναξ Ἰώνων,
τί νέον ἔκλαγε χαλκοκώδων
σάλπιγξ πολεμηΐαν ἀοιδάν;
5 τις ἁμετέρας χθονὸς
δυσμενὴς ὅρι᾽ ἀμφιβάλλει
στρατα:γέτας ἀνήρ;
λῃσταὶ κακομάχανοι
ποιμένων ἀέκατι μήλων
10σεύοντ᾽ ἀγέλας βίᾳ;
τί τοι κραδίαν ἀμύσσει;
φθέγγευ: δοκέω γὰρ εἴ τινι βροτῶν
ἀλκίμων ἐπικουρίαν
καὶ τὶν ἔμμεναι νέων,
15 Πανδίονος υἱὲ καὶ Κρεούσας.

Αἰγεύς
νέ]ον ἦλθεν δολιχὰν ἀμείψας
1 κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον:
ἄφατα δ᾽ ἔργα λέγει κραταιοῦ
φωτός: τὸν ὑπέρβιόν τ᾽ ἔπεφνεν
20Σίνιν, ὃς ἰσχύϊ φέρτατος
θνατῶν ἦν, Κρονίδα Λυταίου
σεισίχθονος τέκος:
σῦν τ᾽ ἀνδροκτόνον ἐν νάπαις
Κρεμμυῶνος, ἀτάσθαλόν τε
25Σκίρωνα κατέκτανεν:
τάν τε Κερκυόνος παλαίστραν
ἔσχεν, Πολυπήμονός τε καρτερὰν
σφῦραν ἐξέβαλεν Προκό-
πτας, ἀρείονος τυχὼν
30φωτός. ταῦτα δέδοιχ᾽ ὅπᾳ τελεῖται.

Χορός
τίνα δ᾽ ἔμμεν πόθεν ἄνδρα τοῦτον
λέγει, τίνα τε στολὰν ἔχοντα;
πότερα σὺν πολεμηΐοις ὅ-
πλοισι στρατιὰν ἄγοντα πολλάν;
35 μοῦνον σὺν ὀπ.άοσιν
στείχειν ἔμπορον οἷ᾽ ἀλάταν
ἐπ᾽ ἀλλοδαμίαν,
ἰσχυρόν τε καὶ ἄλκιμον
ὧδε καὶ θρασύν, ὅς τε τούτων
40ἀνδρῶν κρατερὸν σθένος
ἔσχεν; θεὸς αὐτὸν ὁρμᾷ,
δίκας ἀδίκοισιν ὄφρα μήσεται:
οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-
δοντα μὴ 'ντυχεῖν κακῷ.
45πάντ᾽ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.

Αἰγεύς
δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν
λέγει, περὶ φαιδίμοισι δ᾽ ὤμοις
ξίφος ἔχειν ἐλεφαντόκωπον:
ξεστοὺς δὲ δύ᾽ ἐν χέρεσσ᾽ ἄκοντας
2 50κηὔτυκτον κυνέαν Λάκαι-
ναν κρατὸς πέρι πυρσοχαίτου:
στέρνοις τε πορφύρεον
χιτῶν᾽ ἄμφι, καὶ οὔλιον
Θεσσαλὰν χλαμύδ᾽: ὀμμάτων δὲ
55στίλβειν ἄπο Λαμνίαν
φοίνισσαν φλόγα: παῖδα δ᾽ ἔμμεν
πρώθηβον, ἀρηΐων δ᾽ ἀθυρμάτων
μεμνᾶσθαι πολέμου τε καὶ
χαλκεοκτύπου μάχας:
60δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.

1 Column 37

2 Column 38

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien, 1991)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: