previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ode 19

πάρεστι μυρία κέλευθος
ἀμβροσίων μελέων,
ὃς ἂν παρὰ Πιερίδων λά-
χῃσι δῶρα Μουσᾶν,
5ἰοβλέφαροί τε καὶ
φερεστέφανοι Χάριτες
βάλωσιν ἄμφι τιμὰν
ὕμνοισιν: ὕφαινέ νυν ἐν
ταῖς πολυηράτοις τι κλεινὸν
10ὀλβίαις Ἀθάναις,
εὐαίνετε Κηϊα μέριμνα.
πρέπει σε φερτάταν ἴμεν
ὁδὸν παρὰ Καλλιόπας λα-
χοῖσαν ἔξοχον γέρας.
15ἦεν Ἄργος ὅθ᾽ ἵππιον λιποῦσα
φεῦγε χρυσέα βοῦς,
εῦρυσθενέος φραδαῖσι φερτάτου Διός,
Ἰνάχου ῥοδοδάκτυλος κόρα:
ὅτ᾽ Ἄργον ὄμμασιν βλέποντα
20πάντοθεν ἀκαμάτοις
μεγιστοάνασσα κέλευσε
χρυσόπεπλος Ἥρα
ἄκοιτον ἄϋπνον ἐόν-
τα καλλικέραν δάμαλιν
25φυλάσσεν: οὐδὲ Μαίας
υἱὸς δύνατ᾽ οὔτε κατ᾽ εὐ-
φεγγέας ἁμέρας λαθεῖν νιν
1 οὔτε νύκτας ἁγν[άς.
εἴτ᾽ οὖν γένετ᾽ ἐ[ν ˘¯˘¯˘
30ποδαρκέ᾽ ἄγγελο[ν Διὸς
κτανεῖν τότε [Γᾶς ˘˘¯˘
ὀβριμοσπόρου λ[˘×
Ἄργον: ῥα καὶ [¯˘¯˘¯˘
ἄσπετοι μέριμν[αι:
35 Πιερίδες φύτευ[σαν ¯˘¯˘×
καδέων ἀνάπαυσ[ιν ¯˘×
ἐμοὶ μὲν οὖν
ἀσφαλέστατον προ[
ἐπεὶ παρ᾽ ἀνθεμώ[δεα
40Νεῖλον ἀφίκετ᾽ ο[ἰστροπλὰξ
Ἰὼ φέρουσα παῖδ[α !!!
Ἔπαφον: ἔνθα νι[ν !!!
λινοστόλων πρύ[τανιν !!
ὑπερόχῳ βρύοντ[α !!!
45μεγίσταν τε θνα[τῶν !!
ὅθεν καὶ Ἀγανορί[δας
ἐν ἑπταπύλοισ[ι Θήβαις
Κάδμος Σεμέλ[αν φύτευσεν,
τὸν ὀρσιβάκχαν
50τίκτεν Διόνυσον, [!!!!
καὶ χορῶν στεφα[νοφόρων ἄνακτα.

1 Column 39

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien, 1991)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: