previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[21]

Ἤδη δὲ τὴν βασιλείαν βεβαίως ἔχων Σολόμων καὶ τῶν ἐχθρῶν κεκολασμένων ἄγεται τὴν Φαραώθου τοῦ τῶν Αἰγυπτίων βασιλέως θυγατέρα: καὶ κατασκευάσας τὰ τείχη τῶν Ἱεροσολύμων πολλῷ μείζω καὶ ὀχυρώτερα τῶν πρόσθεν ὄντων διεῖπε τὰ πράγματα λοιπὸν ἐπὶ πολλῆς εἰρήνης μηδ᾽ ὑπὸ τῆς νεότητος πρός τε δικαιοσύνην καὶ φυλακὴν τῶν νόμων καὶ μνήμην ὧν πατὴρ τελευτῶν ἐπέστειλε βλαπτόμενος, ἀλλὰ πάνθ᾽ ὅσα οἱ τοῖς χρόνοις προβεβηκότες καὶ πρὸς τὸ φρονεῖν ἀκμάζοντες μετὰ πολλῆς ἀκριβείας ἐπιτελῶν. [22] ἔγνω δ᾽ εἰς Γιβρῶνα παραγενόμενος ἐπὶ τοῦ χαλκέου θυσιαστηρίου τοῦ κατασκευασθέντος ὑπὸ Μουσείου θῦσαι τῷ θεῷ καὶ χίλια τὸν ἀριθμὸν ὡλοκαύτωσεν ἱερεῖα. τοῦτο δὲ ποιήσας μεγάλως ἔδοξε τὸν θεὸν τετιμηκέναι: φανεὶς γὰρ αὐτῷ κατὰ τοὺς ὕπνους ἐκείνης τῆς νυκτὸς ἐκέλευσεν αἱρεῖσθαι, τίνας ἀντὶ τῆς εὐσεβείας παράσχῃ δωρεὰς αὐτῷ. [23] Σολόμων δὲ τὰ κάλλιστα καὶ μέγιστα καὶ θεῷ παρασχεῖν ἥδιστα καὶ λαβεῖν ἀνθρώπῳ συμφορώτατα τὸν θεὸν ᾔτησεν: οὐ γὰρ χρυσὸν οὐδ᾽ ἄργυρον οὐδὲ τὸν ἄλλον πλοῦτον ὡς ἄνθρωπος καὶ νέος ἠξίωσεν αὑτῷ προσγενέσθαι, ταῦτα γὰρ σχεδὸν νενόμισται παρὰ τοῖς πλείστοις μόνα σπουδῆς ἄξια καὶ θεοῦ δῶρα εἶναι, ἀλλὰδός μοι φησί, δέσποτα, νοῦν ὑγιῆ καὶ φρόνησιν ἀγαθήν, οἷς ἂν τὸν λαὸν τἀληθῆ καὶ τὰ δίκαια λαβὼν κρίνοιμι.’ [24] τούτοις ἥσθη τοῖς αἰτήμασιν θεὸς καὶ τά τε ἄλλα πάνθ᾽ ὧν οὐκ ἐμνήσθη παρὰ τὴν ἐκλογὴν δώσειν ἐπηγγείλατο πλοῦτον δόξαν νίκην πολεμίων, καὶ πρὸ πάντων σύνεσιν καὶ σοφίαν οἵαν οὐκ ἄλλος τις ἀνθρώπων ἔσχεν οὔτε βασιλέων οὔτ᾽ ἰδιωτῶν, φυλάξειν τε καὶ τοῖς ἐκγόνοις αὐτοῦ τὴν βασιλείαν ἐπὶ πλεῖστον ὑπισχνεῖτο χρόνον, ἂν δίκαιός τε ὢν διαμένῃ καὶ πειθόμενος αὐτῷ καὶ τὸν πατέρα μιμούμενος ἐν οἷς ἦν ἄριστος. [25] ταῦτα τοῦ θεοῦ Σολόμων ἀκούσας ἀνεπήδησεν εὐθὺς ἐκ τῆς κοίτης καὶ προσκυνήσας αὐτὸν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, καὶ πρὸ τῆς σκηνῆς μεγάλας ἐπιτελέσας θυσίας κατευωχεῖ τοὺς Ἰουδαίους ἅπαντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: