previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[195]

Σίμων δ᾽ ὡς ἤκουσεν ταῦτα παρὰ τοῦ Ἀνάνου, σιωπᾶν μὲν ἐκείνους ἠξίωσεν μηδ᾽ εἰς πολλοὺς ἐκφέρειν τοὺς λόγους αὐτῶν: προνοήσεσθαι γὰρ αὐτὸς ἔφασκεν, ἵνα θᾶττον μετασταθείην ἐκ τῆς Γαλιλαίας: προσκαλεσάμενος δὲ τὸν ἀδελφὸν τοῦ Ἰωάννου προσέταξεν πέμπειν δωρεὰς τοῖς περὶ τὸν Ἄνανον: τάχα γὰρ οὕτως ἔφη πείσειν αὐτοὺς μεταθέσθαι τὰς γνώμας. [196] καὶ τέλος ἔπραξεν Σίμων προύθετο: γὰρ Ἄνανος καὶ οἱ σὺν αὐτῷ τοῖς χρήμασιν διαφθαρέντες συντίθενται τῆς Γαλιλαίας ἐκβαλεῖν με μηδενὸς ἄλλου τῶν κατὰ τὴν πόλιν τοῦτο γινώσκοντος. καὶ δὴ ἔδοξεν αὐτοῖς πέμπειν ἄνδρας κατὰ γένος μὲν διαφέροντας, τῇ παιδείᾳ δ᾽ ὁμοίους. [197] ἦσαν δ᾽ αὐτῶν οἱ μὲν δύο δημοτικοί, Ἰωνάθης καὶ Ἀνανίας Φαρισαῖοι τὴν αἵρεσιν, δὲ τρίτος Γόζορος ἱερατικοῦ γένους, Φαρισαῖος καὶ αὐτός: Σίμων δ᾽ ἐξ ἀρχιερέων νεώτατος ἐκείνων. [198] τούτους ἐκέλευον ἀφικομένους εἰς τὸ πλῆθος τῶν Γαλιλαίων πυθέσθαι παρ᾽ αὐτῶν τὴν αἰτίαν, δι᾽ ἣν ἐμὲ φιλοῦσιν: εἰ δὲ φαῖεν, ὅτι πόλεως εἴην τῆς Ἱεροσολύμων, καὶ αὐτοὺς ἐξ ἐκείνων λέγειν ὑπάρχειν τοὺς τέσσαρας, εἰ δὲ διὰ τὴν ἐμπειρίαν τῶν νόμων, μηδ᾽ αὐτοὺς ἀγνοεῖν ἔθη τὰ πάτρια φάσκειν, εἰ δ᾽ αὖ διὰ τὴν ἱερωσύνην λέγοιεν ἀγαπᾶν με, καὶ αὐτῶν ἀποκρίνεσθαι δύο ἱερεῖς ὑπάρχειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: