previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[317]

Τιβεριεῖς δὲ τὰ μὲν τείχη προυνόησαν ἀσφαλισθῆναι, τοὺς ἐνοίκους δὲ κελεύουσιν ἀναλαβεῖν τὰ ὅπλα, καὶ παρὰ Ἰωάννου δὲ μετεπέμψαντο στρατιώτας οὐκ ὀλίγους συμμαχήσοντας, εἰ δεήσειεν, αὐτοῖς τὰ πρὸς ἐμέ. [318] ἦν δὲ Ἰωάννης ἐν Γισχάλοις. οἱ τοίνυν περὶ τὸν Ἰωνάθην ἀναζεύξαντες ἀπὸ τῆς Τιβεριάδος, ὡς ἧκον εἰς Δαβάριττα κώμην ἐν ταῖς ἐσχατιαῖς τῆς Γαλιλαίας κειμένην ἐν τῷ μεγάλῳ πεδίῳ, περὶ μέσην νύκτα τοῖς ἐμοῖς φύλαξιν ἐμπίπτουσιν, οἳ καὶ κελεύσαντες αὐτοὺς τὰ ὅπλα καταθέσθαι ἐφύλασσον ἐν δεσμοῖς ἐπὶ τόπου καθὼς αὐτοῖς ἐντετάλμην. [319] γράφει δὲ πρὸς ἐμὲ ταῦτα δηλῶν Λευίς, τὴν φυλακὴν πεπιστεύκειν. παραλιπὼν οὖν ἡμέρας δύο καὶ μηδὲν ἐγνωκέναι προσποιησάμενος, πέμψας πρὸς τοὺς Τιβεριεῖς συνεβούλευον αὐτοῖς τὰ ὅπλα καταθεμένοις ἀπολύειν τοὺς ἀνθρώπους εἰς τὴν ἑαυτῶν. [320] οἱ δέ, δόξαν γὰρ εἶχον περὶ τὸν Ἰωνάθην εἰς τὰ Ἱεροσόλυμα ἤδη διαπεπορεῦσθαι, βλασφήμους ἐποιήσαντο τὰς ἀποκρίσεις: μὴ καταπλαγεὶς δ᾽ ἐγὼ καταστρατηγεῖν αὐτοὺς ἐπενόουν. [321] πρὸς μὲν οὖν τοὺς πολίτας ἐξάπτειν πόλεμον οὐκ ἐνόμιζον εὐσεβὲς εἶναι, βουλόμενος δ᾽ αὐτοὺς ἀποσπάσαι τῶν Τιβεριέων, μυρίους ὁπλίτας τοὺς ἀρίστους ἐπιλέξας εἰς τρεῖς μοίρας διεῖλον, καὶ τούτους μὲν ἀφανῶς ἐν δώμαις προσέταξα λοχῶντας περιμένειν, [322] χιλίους δ᾽ εἰς ἑτέραν κώμην ὀρεινὴν μὲν ὁμοίως, ἀπέχουσαν δὲ τῆς Τιβεριάδος τέσσαρας σταδίους, εἰσήγαγον κελεύσας ἐκείνους ἐπειδὰν λάβωσιν σημεῖον εὐθὺς καταβαίνειν: αὐτὸς δὲ τῆς κώμης προελθὼν ἐν προύπτῳ καθεζόμην. [323] οἱ δὲ Τιβεριεῖς ὁρῶντες ἐξέτρεχον συνεχῶς καὶ πολλὰ κατεκερτόμουν: τοσαύτη γοῦν ἀφροσύνη κατέσχεν αὐτούς, ὥστε ποιήσαντες εὐτρεπῆ κλίνην προύθεσαν καὶ περὶ αὐτὴν ἱστάμενοι ὠδύροντό με μετὰ παιδιᾶς καὶ γέλωτος. διετιθέμην δ᾽ ἐγὼ τὴν ψυχὴν ἡδέως τὴν ἄνοιαν αὐτῶν ἐπιβλέπων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: