previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δειλότατος ἰχθύων μελάνουρος, καὶ ἔχει τῆς δειλίας μάρτυρας τοὺς ἁλιεῖς. οὔτε γοῦν κύρτῳ λαμβάνονται οὗτοι, οὔτε προσίασιν αὐτῷ: σαγήνη δὲ εἴ ποτε αὐτοὺς περιλάβοι, οἳ δὲ ἀγνοοῦντες ἑαλώκασι. καὶ ὅταν μὲν ὑπεύδια καὶ λεία θάλαττα, οἳ δὲ ἄρα κάτω που πρὸς ταῖς πέτραις τοῖς φυκίοις ἡσυχάζουσι, καὶ προβάλλονται πᾶν τι δύνανται, τὸ σῶμα ἀφανίζοντες. ἐὰν δὲ χειμέρια, τοὺς ἄλλους ὁρῶντες καταδύντας ἐκ τῆς τῶν κυμάτων προσβολῆς ἐς τὸν βυθόν, οἳ δὲ ἀναθαρροῦσι, καὶ τῇ γῇ προς1 πελάζουσι, καὶ ταῖς πέτραις προσνέουσι, καὶ ἡγοῦνταί σφισι πρόβλημα ἱκανὸν εἶναι τὸν ὑπερνηχόμενον ἀφρὸν καλύπτοντά τε αὐτοὺς καὶ ἐπηλυγάζοντα. συνιᾶσι δὲ εὖ μάλα ἀπορρήτως ὅτι τοῖς ἁλιεῦσιν ἐν ἡμέρᾳ τοίᾳ νυκτὶ ἐς τὴν θάλαττάν ἐστιν ἄβατα, ἀγριαινούσης τῆς θαλάττης καὶ τῶν κυμάτων αἰρομένων μετεώρων τε καὶ φοβερῶν. ἔχουσι δὲ καὶ τροφὴν ἐν χειμῶνι, τοῦ κλύδωνος τὰ μὲν ἀποσπῶντος ἐκ τῶν πετρῶν, τὰ δὲ ἐπισύροντος ἐκ τῆς γῆς: σιτοῦνται δὲ μελάνουροι τὰ ῥυπαρώτερα καὶ ὅσα οὐκ ἂν ῥᾳδίως ἰχθὺς ἄλλος ἂν πάσαιτο, εἰ μὴ πάνυ λιμῷ πιέζοιτο. ἐν γαλήνῃ δὲ ἐπὶ τῆς ἄμμου μόνης σαλεύουσι, καὶ ἐκεῖθεν βόσκονται. ὅπως δὲ ἁλίσκονται, ἐρεῖ ἄλλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: