previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῶς οἶδεν ὀρνίθων ὡραιότατος ὤν, καὶ ἔνθα οἱ τὸ κάλλος κάθηται, καὶ τοῦτο οἶδε, καὶ ἐπ᾽ αὐτῷ κομᾷ καὶ σοβαρός ἐστι, καὶ θαρρεῖ τοῖς πτεροῖς, ἅπερ οὖν αὐτῷ καὶ κόσμον περιτίθησι, καὶ πρὸς τοὺς ἔξωθεν φόβον ἀποστέλλει, καὶ ἐν ὥρᾳ θερείῳ σκέπην οἴκοθεν καὶ οὐκ ᾐτημένην οὐδὲ ὀθνείαν παρέχεται. ἐὰν γοῦν θελήσῃ φοβῆσαί τινα, ἐγείρας τὰ οὐραῖα εἶτα διεσείσατο καὶ ἀπέστειλεν ἦχον, καὶ ἔδεισαν οἱ παρεστῶτες, ὡς ὁπλίτου τὸν ἐκ τῶν ὅπλων πεφοβημένοι δοῦπον. ἀνατείνει δὲ τὴν κεφαλὴν καὶ ἐπινεύει σοβαρώτατα, ὥσπερ οὖν ἐπισείων τριλοφίαν. δεηθείς γε μὴν ψυχάσαι, τὰ πτερὰ ἐγείρει, καὶ ἐς τοὔμπροσθεν ἐπικλίνας συμφυᾶ σκιὰν ἀποδείκνυται τοῦ ἰδίου σώματος τὴν ἀκμὴν τὴν ἐκ τῆς ἀκτῖνος ἀποστέγων. εἰ δὲ εἴη καὶ ἄνεμος κατόπιν, ἡσυχῆ διίστησι τὰ πτερά: καὶ τὸ πνεῦμα τὸ διαρρέον αὔρας οἱ μαλακὰς καὶ ἡδίστας ἐπιπνέον ἀναψύχειν τὸν ὄρνιν δίδωσιν. ἐπαινεθεὶς δὲ αἰσθάνεται, καὶ ὥσπερ οὖν παῖς καλὸς γυνὴ ὡραία τὸ μάλιστα πλεονεκτοῦν τοῦ σώματος ἐπιδείκνυσιν, οὕτω τοι καὶ ἐκεῖνος τὰ πτερὰ ἐν κόσμῳ καὶ κατὰ στοῖχον ὀρθοῖ, καὶ ἔοικεν ἀνθηρῷ λειμῶνι γραφῇ πεποικιλμένῃ πολυχροίᾳ τῇ τῶν φαρμάκων, καὶ ἱδρὼς πρόκειται ζωγράφοις εἰκάσαι τῆς φύσεως τὸ ἴδιον. καὶ ὅπως ἔχει τῆς ἐς τὴν ἐπίδειξιν ἀφθονίας παρίστησιν: ἐᾷ γὰρ ἐμπλησθῆναι τῆς θέας τοὺς παρεστῶτας, καὶ ἑαυτὸν περιάγει δεικνὺς φιλοπόνως τὸ τῆς πτερώσεως πολύμορφον, ὑπὲρ τὴν τῶν Μήδων ἐσθῆτα καὶ τὰ τῶν Περσῶν ποικίλματα τὴν ἑαυτοῦ στολὴν ἀποδεικνύμενος ἐκεῖνός γε σοβαρώτατα. λέγεται δὲ ἐκ βαρβάρων [p. 120] ἐς Ἕλληνας κομισθῆναι. καὶ χρόνου πολλοῦ σπάνιος ὢν εἶτα ἐδείκνυτο τῶν ἀνθρώπων τοῖς φιλοκάλοις μισθοῦ, καὶ Ἀθήνησί γε ταῖς νουμηνίαις ἐδέχοντο καὶ ἄνδρας καὶ γυναῖκας ἐπὶ τὴν ἱστορίαν αὐτῶν, καὶ τὴν θέαν πρόσοδον εἶχον. ἐτιμῶντο δὲ τὸν ἄρρενα καὶ τὸν θῆλυν δραχμῶν μυρίων, ὡς Ἀντιφῶν ἐν τῷ πρὸς Ἐρασίστρατον λόγῳ φησί. δεῖ δὲ καὶ διπλῆς οἰκίας τῇ τροφῇ αὐτῶν, καὶ φρουρῶν τε καὶ μελεδωνῶν. Ὁρτήσιος δὲ Ῥωμαῖος καταθύσας ἐπὶ δείπνῳ ταῶν πρῶτος ἐκρίθη. Ἀλέξανδρος δὲ Μακεδὼν ἐν Ἰνδοῖς ἰδὼν τούσδε τοὺς ὄρνιθας ἐξεπλάγη, καὶ τοῦ κάλλους θαυμάσας ἠπείλησε τῷ καταθύσαντι ταῶν ἀπειλὰς βαρυτάτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: