previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔθος τοῦτο Αἰγύπτιον. ὅταν κατὰ τὴν Αἴγυπτον ὕσῃ ῾ῥανίσι δὲ ὕει λεπταῖσ᾽, μύες παραχρῆμα τίκτονται. οὐκοῦν κατὰ τὰς ἀρούρας πλανώμενοι οὗτοι λυμαίνονται τοῖς ληίοις ὑποτέμνοντες τοὺς στάχυς καὶ ὑποκείροντες, ἤδη μέντοι καὶ τοὺς σωροὺς τῶν δραγμάτων κεραΐζοντες λυποῦσι τοὺς Αἰγυπτίους. καὶ διὰ ταῦτα πάγαις τε αὐτοὺς ἐλλοχῶσι καὶ θριγκοῖς ἀναστέλλουσι καὶ τάφροις ἀνείργουσι καὶ κάουσιν ἐν ταύταις πῦρ. οἱ τοίνυν μύες οὐδὲ τὴν ἀρχὴν πρὸς τὰς πάγας προσφοιτῶσιν, ἐῶσι δὲ αὐτὰς ἑστάναι ἄλλως: τοῖς δὲ θριγκοῖς καίτοι λελειωμένοις ὑπὸ τῆς χρίσεως ἐπαναβαίνουσιν, ἁλτικώτατοί τε ὄντες εἶτα μέντοι ὑπερπηδῶσι τὰς τάφρους. ὅταν οὖν ἀπαγορεύσαντες οἱ Αἰγύπτιοι τὰς μηχανὰς καὶ τὰς ἐπιβουλὰς ὡς ἀχρήστους ἀπολίπωσι καὶ ἐκτραπέντες ἐπί τε δέησιν ἔλθωσι καὶ ἱκετείας τὰς πρὸς τοὺς θεούς, ἐνταῦθα δήπου τὴν ἐκ τῶν θεῶν μῆνιν ὀρρωδοῦσιν οἱ μύες, καὶ ἔς τι ὄρος ἀναχωροῦσι τάξιν πλαισίου φυλάττοντες. οἱ μὲν οὖν νεώτατοι πρῶτοι, οὐραγοῦσι δὲ οἱ μέγιστοι, καὶ τοὺς ὑπολειπομένους ἐπιστραφέντες εἶτα μέντοι ἕπεσθαί σφισιν ἐκβιάζονται. ἐὰν δὲ οἱ νεώτατοι κάμνοντες ὑποστῶσι, καὶ τὸ ἑπόμενον ἵσταται πᾶν, ὡς ἐν δυνάμει στρατιωτικῇ πέφυκε γίνεσθαι. ὅταν δὲ ὑπάρξηται ἐκ τῶν πρώτων κίνησις, ἐνταῦθα καὶ οἱ λοιποὶ ἕπονται. λέγουσι δὲ καὶ οἱ τὸν Πόντον οἰκοῦντες τὰ αὐτὰ καὶ [p. 157] ἐκεῖθι τοὺς μῦς δρᾶν. πεπίστευται δὲ καὶ ἐξ οἰκίας ἁπάσης, ἥτις μέλλει πεσεῖσθαι, ποδῶν ἔχουσι μετοικίζεσθαι πάντας. ἰδιότης δὲ ἄρα μυῶν καὶ ἐκείνη. ἐπειδὰν ἀκούσωσι γαλῆς τριζούσης συρίττοντος ἔχεως, ἐκ τῆς μυωπίας τῆς μιᾶς τὰ ἑαυτῶν βρέφη ἄλλο ἄλλῃ μετοικίζουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: