previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διαφέρειν οὐδὲ ἕν. οἱ τοίνυν τὴν τούτων ἐγκεχειρισμένοι κομιδὴν πρὸς τοὺς ἀγνοοῦντας λέγουσιν ἐν ταῖς νεοττιαῖς ἑκάστους ῾ἐν ἄλσει γὰρ ἱερῷ τρέφονταἰ τίκτειν: ὁμολογεῖσθαι δὲ τὴν ἄλλων μέν, ἐκ τούτων δὲ ἔτι καὶ μᾶλλον. τοῖς δὲ ἀρτιγενέσι προβάλλουσιν ὀρνίθων τεθηραμένων ἐξῃρημένους τοὺς ἐγκεφάλους, τροφὴν ἁπαλὴν νεοττοῖς ὑγροῖς: τοῖς γε μὴν τελείοις οὖσι παρατιθέασι σάρκας τε καὶ ἶνας, ὅσα ἰσχυρὰν τροφὴν ὄρνισιν ἁρπακτικοῖς ἐργάζεται: τοῖς δὲ ἐν μεθορίῳ τῶν ἀρτιγενῶν καὶ τῶν ἤδη τελείων καρδίαι παράκεινται, καὶ τούτων λείψανα ὁρᾶται. καὶ γε διαφορότης προειρημένη τῆς τροφῆς ὁμολογεῖ ὅτι τὸ ἁρμόττον ἡλικίᾳ ἑκάστῃ καὶ πρόσφορον ἴσασιν οἱ ἱέρακες καὶ μάλα γε ἀκριβοῦσι τοῦτο, καὶ τῆς παρ᾽ ἡλικίαν τροφῆς οὐκ ἂν ἅψαιντο. καθ᾽ ὥραν δὲ ἄρα καὶ ὀρτύγων αὐτοῖς ἐπιδημίαι γίνονται, καὶ τῶν ἄλλων ὀρνίθων ἐπιφοιτῶσιν ἀγέλαι, καὶ ἔχουσί γε οἱ ἱεροὶ ἐκεῖνοι καὶ ἐντεῦθεν θοίνην. κυνῶν ἐς τοὺς τρέφοντας αὐτοὺς ἄμαχον εὔνοιαν ὁμολογεῖ καὶ ἐκεῖνο δήπου. ἔν τινι τῶν ἐμφύλων πολέμων ἐν τῇ Ῥώμῃ Κάλβου τοῦ Ῥωμαίου σφαγέντος, οὐδεὶς μέντοι τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἠδυνήθη τὴν κεφαλὴν ἀποτεμεῖν, καίτοι μυρίων ἀγώνισμα [p. 177] τιθεμένων σφίσι καὶ καλλώπισμα τοῦτο, πρὶν τὸν παρεστῶτά οἱ κύνα ἀποκτεῖναι ὑπ᾽ αὐτῷ τραφέντα καὶ μέντοι καὶ τὴν εὔνοιάν οἱ πιστότατα ἀποσώζοντα καὶ ὑπερμαχοῦντα τοῦ κειμένου, ὥσπερ οὖν συστρατιώτην τε καὶ σύσκηνον ἀγαθὸν καὶ ἐς τὰ ἔσχατα φίλον. οἷον δ᾽ αὖ καὶ τό δ᾽ ἔρεξεν οὐκ ἀνὴρ μὰ Δία, ἀλλ᾽ ἀγαθὸς κύων καὶ τὴν γνώμην καρτερός, μαθεῖν ἄξιον. Ἠπειρώτης Πύρρος ὡδοιπόρει, εἶτα μέντοι περιτυγχάνει πεφονευμένῳ, καὶ κυνὶ παρεστῶτι καὶ μέντοι καὶ φρουροῦντι τὸν δεσπότην, ἵνα μὴ πρὸς τῷ φόνῳ καὶ τῷ νεκρῷ λυμήνηταί τις. ἔτυχε δὲ ἄρα τρίτην ἔχων κύων ἀπόσιτος τὴν ἡμέραν ἐπὶ τῇ φιλοπόνῳ καὶ καρτερικωτάτῃ φρουρᾷ. ὅπερ οὖν διδαχθεὶς Πύρρος τὸν μὲν ᾤκτειρε καὶ ταφῆς ἠξίωσε, τόν γε μὴν κύνα προσέταξε τυχεῖν κηδεμονίας, καὶ ἐδίδου ὅσα κυνὶ ὀρέγεται ἐκ χειρός, καὶ μάλα γε ἱκανὰ καὶ ἐφολκὰ ἐς τὴν ἑαυτοῦ φιλίαν τε καὶ εὔνοιαν, κατὰ μικρὰ ὑπάγων τὸν κύνα Πύρρος. καὶ ταῦτα μὲν ἐς τοσοῦτον. εἶτα μέντοι οὐ μετὰ μακρὸν ἐξέτασις ὁπλιτῶν ἦν, καὶ βασιλεὺς ὃν προεῖπον ἐθεᾶτο, καί οἱ παρῆν ἐκεῖνος κύων. καὶ τὰ μὲν ἄλλα ἑαυτὸν σιγῇ κατεῖχε καὶ πραότατος ἦν: ἐπεὶ δὲ ἄρα τοὺς τοῦ δεσπότου φονέας ἐν τῇ τῶν στρατιωτῶν εἶδεν ἐξετάσει, δὲ οὐκ ἐκαρτέρησεν ἐνταῦθα ἀτρεμεῖν, ἀλλὰ ἐς αὐτοὺς ἐπήδα καὶ ὑλάκτει ἀμύσσων τοῖς ὄνυξι, καὶ ἐς τὸν Πύρρον θάμα ἐπιστρεφόμενος ὡς οἷός τε ἦν ἐπήγετο μάρτυρα ὅτι ἄρα τοὺς ἀνδροφόνους ἔχει. οὐκοῦν ὑπόνοια ἐσέρχεται καὶ τὸν βασιλέα καὶ τοὺς περιεστῶτας αὐτόν, καὶ ποιοῦνται ἐνθύμιον τὴν τοῦ κυνὸς ὑλακὴν τὴν ἐς τοὺς προειρημένους. καὶ συλληφθέντες στρεβλοῦνται, καὶ κατεῖπον ὅσα ἐτόλμησαν. καὶ δοκεῖ μὲν μῦθος [p. 178] ταῦτα τοῖς ὅσοι Διὸς ἑταιρείου καὶ φιλίου τοῦ αὐτοῦ θεσμὸν πατήσαντες εἶτα μέντοι ζῶντας προύδοσαν τοὺς φίλους καὶ ἀποθανόντας: ἐγὼ δὲ οὐ πείθομαι τοῖς νοοῦσι κακῶς τὰ τῆς φύσεως καλά, ἥπερ οὖν εἰ τοῖς ἀλόγοις μετέδωκεν εὐνοίας τε καὶ στοργῆς, πάντως που καὶ τῷδε τῷ ζῴῳ τῷ λογικῷ μετέδωκε μᾶλλον. ἀλλὰ οὐ χρῶνται τῷ δώρῳ. καὶ τί δεῖ τὰ λοιπὰ ἐπιλέγειν ὁπόσα ἄνθρωποι ὑπὲρ τοῦ πονηροῦ κέρδους κακὰ τοὺς ἑαυτῶν φίλους εἰργάσαντο, ἐπιβουλὰς ῥάπτοντες καὶ προδιδόντες; ὡς ἔμεγε ἀλγεῖν εἴπερ οὖν ἀνθρώπων πιστότερος καὶ εὐνούστερος ἐλήλεγκται κύων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: