previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀμφιάραος δὲ Ὀικλέους, μάντις ὢν καὶ προειδὼς ὅτι δεῖ πάντας τοὺς στρατευσαμένους χωρὶς Ἀδράστου τελευτῆσαι, αὐτός τε ὤκνει στρατεύεσθαι καὶ τοὺς λοιποὺς ἀπέτρεπε. Πολυνείκης δὲ ἀφικόμενος πρὸς Ἶφιν τὸν Ἀλέκτορος ἠξίου μαθεῖν πῶς ἂν Ἀμφιάραος ἀναγκασθείη στρατεύεσθαι: δὲ εἶπεν εἰ λάβοι τὸν ὅρμον Ἐριφύλη. Ἀμφιάραος μὲν οὖν ἀπεῖπεν Ἐριφύλῃ παρὰ Πολυνείκους δῶρα λαμβάνειν, Πολυνείκης δὲ δοὺς αὐτῇ τὸν ὅρμον ἠξίου τὸν Ἀμφιάραον πεῖσαι στρατεύειν. ἦν γὰρ ἐπὶ ταύτῃ: γενομένης γὰραὐτῆσπρὸς Ἄδραστον, διαλυσάμενος ὤμοσε, περὶ ὧν ἂν Ἀδράστῳ διαφέρηται, διακρίνειν Ἐριφύλῃ συγχωρῆσαι. ὅτε οὖν ἐπὶ Θήβας ἔδει στρατεύειν, Ἀδράστου μὲν παρακαλοῦντος Ἀμφιαράου δὲ ἀποτρέποντος, Ἐριφύλη τὸν ὅρμον λαβοῦσα ἔπεισεν αὐτὸν σὺν Ἀδράστῳ στρατεύειν. Ἀμφιάραος δὲ ἀνάγκην ἔχων στρατεύεσθαι τοῖς παισὶν ἐντολὰς ἔδωκε τελειωθεῖσι τήν τε μητέρα κτείνειν καὶ ἐπὶ Θήβας στρατεύειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir James George Frazer)
hide References (7 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 836
  • Cross-references to this page (5):
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: