previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὕδωρ ἐς τὴν ὁδόν, δι᾽ ἧς τὸ μειράκιον ἤλαυνεν ἐπὶ τεττάρων ἵππων οὐ μεγάλων, οὓς ὑπολαβὼν ποταμὸς ὁμοῦ τῷ μειρακίῳ βοῶντί τε καὶ ξυνιέντι λοιπὸν τοῦ Ἕκτορος ἀπήγαγεν ἐς τὰ ἑαυτοῦ ἤθη καὶ οὕτως ἀπώλεσεν, ὡς μηδὲ ἀνελέσθαι ξυγχωρῆσαι τὸ σῶμα, ᾤχετο γὰρ οὐκ οἶδ᾽ ὅποι ἀφανισθέν.

Φοῖνιξ
οὔτε τὸν Αἴαντα χρὴ θαυμάζειν, ἀμπελουργέ, καρτερήσαντα τὰ ἐκ τῶν ποιμένων, οὔτε τὸν Ἕκτορα ἡγεῖσθαι βάρβαρον μὴ ἀνασχόμενον τὰ ἐκ τοῦ μειρακίου: τοῖς μὲν γὰρ καὶ ξυγγνώμη ἴσως, οἳ Τρῶες ὄντες ἔτι καὶ πονήρως ἐχόντων σφίσι τῶν προβάτων ἐπεπήδων τῷ τάφῳ, μειρακίῳ δὲ Ἀσσυρίῳ πομπεύοντι ἐς τὸν τοῦ Ἰλίου ἥρω τίς ξυγγνώμη; οὐ γὰρ δὴ Ἀσσυρίοις ποτὲ καὶ Τρωσὶ πόλεμος ἐγένετο, οὐδὲ τὰς ἀγέλας σφῶν Ἕκτωρ ἐπόρθησεν, ὡς τὰς τῶν Τρώων Αἴας. [p. 153]

ἀμπελουργός
πεπονθέναι τι πρὸς τὸν Ἕκτορα, ξένε, δοκεῖς, καὶ οὐκ ἀξιῶ διαφέρεσθαι. ἀλλ᾽ ἐπανίωμεν ἐπὶ τὰ τοῦ Αἴαντος, ἐκεῖθεν γὰρ οἶμαι τὴν ἐκβολὴν τοῦ λόγου πεποιῆσθαι.

Φοῖνιξ
ἐκεῖθεν, ἀμπελουργέ, καὶ εἰ δοκεῖ, ἐπανίωμεν.

ἀμπελουργός
πρόσεχε οὖν, ξένε: νηός ποτε καθορμισαμένης ἐς τὸ Αἰάντειον δύο τῶν ξένων πρὸ τοῦ σήματος ἤλυόν τε καὶ πεττοῖς ἔπαιζον, ἐπιστὰς δὲ Αἴαςπρὸς θεῶνἔφημετάθεσθε τὴν παιδιὰν ταύτην: ἀναμιμνήσκει γάρ με τῶν Παλαμήδους ἔργων σοφοῦ τε καὶ μαλ᾽ ἐπιτηδείου μοι ἀνδρός. ἀπολώλεκε δὲ κἀμὲ κἀκεῖνον ἐχθρὸς εἷς ἄδικον εὑρὼν ἐφ᾽ ἡμῖν κρίσιν.’

Φοῖνιξ
Δεδάκρυκα, νὴ τὸν Ἥλιον, ἀμπελουργέ, τὰ γὰρ ἀμφοῖν πάθη παραπλήσιά τε καὶ ἐοικότα ἐς εὔνοιαν: ἀγαθῶν μὲν γὰρ κοινωνία τίκτει ποτὲ καὶ φθόνον, ὅσοι δ᾽ ἂν κοινωνήσωσι συμφορῶν, ἀγαπῶσιν ἀλλήλους τὸν ἔλεον τοῦ ἐλέου ἀντιδιδόντες. Παλαμήδους δὲ εἴδωλον ἔχοις ἄν τινα εἰπεῖν ἑωρακότα ἐν Τροίᾳ;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: