previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀνδρός πού ἐστι παραπλήσια τούτοις καὶ ἐν Ἰλίῳ πράττοντος: ἔστω σοι κἀκεῖνα περὶ Σθενέλου εἰδέναι, ὡς τεῖχος μὲν οὐδὲν τοῖς Ἀχαιοῖς ἐξεποιήθη ἐν Τροίᾳ, οὐδὲ ἔστιν, ἐφράξαντο τὰς ναῦς τὴν λείαν, ἀλλὰ τειχομαχίας ᾠδαὶ ταῦτα Ὁμήρῳ ἐπενοήθησαν, δἰ ἃς καὶ τὸ τεῖχος αὐτῷ ξυνετέθη. ὁρμὴ μέντοι τειχοποιίας ὁμολογεῖται τὸν Ἀγαμέμνονα ἐσελθεῖν μηνίοντος Ἀχιλλέως, πρῶτον ἀντειρηκέναι τὸν Σθένελον εἰπόνταἐγὼ μέντοι ἐπιτηδειότερος τείχη καθαιρεῖν ἐγείρειν’, ἀντειρηκέναι δὲ καὶ τὸν Διομήδην τῷ τείχει φήσαντα μεγάλων ἀξιοῦσθαι τὸν Ἀχιλλέα, ‘εἰ ξυγκλείσαιμεν ἑαυτοὺς λοιπόν, ἐπειδὴ ἐκεῖνος μηνίει.’ Αἴας δὲ λέγεται [p. 170] ταυρηδὸν ὑποβλέψας τὸν βασιλέαδείλαιε’, εἰπεῖντί οὖν αἱ ἀσπίδες’; καὶ τὸν ἵππον δὲ τὸν κοῖλον παρῃτεῖτο Σθένελος οὐ τειχομαχίαν τοῦτο φάσκων εἶναι, ἀλλὰ κλοπὴν τῆς μάχης. τὰ μὲν δὴ μάχιμα ὁμοίω ἤστην καὶ ἴσου τοῖς Τρωσὶ φόβου ἄξιοι, ἐλείπετο δὲ τοῦ Διομήδους Σθένελος ξύνεσίν τε καὶ λόγου ἰσχὺν καὶ καρτερήσεις, ὁπόσαι ψυχῆς τέ εἰσι καὶ σώματος, ὀργῆς τε γὰρ ἥττων ἦν καὶ ὑπέρφρων τοῦ ὁμίλου καὶ τραχὺς ἐπιπλήττεσθαι καὶ τὰ ἐς τὴν δίαιταν ἁβρότερον ἐπὶ στρατοπέδου ἐχρῆν, κατεσκεύαστο, Διομήδει δὲ τἀναντία τούτων ἐπράττετο: μετρίως τε γὰρ πρὸς τὰς ἐπιπλήξεις εἶχε καὶ ἐκόλαζε τὸ ἐξοιδοῦν τῆς ὀργῆς, ὑβρίζειν τε οὐ ξυνεχώρει τοῖς πλήθεσιν, οὐδὲ ἀθυμεῖν, αὐτός τε αὐχμῶν φαίνεσθαι στρατιωτικὸν ἡγεῖτο καὶ τό, ὡς ἔτυχε, καθεύδειν ἐπῄνει σιτία τε ἦν αὐτῷ ἐπιτυχόντα, καὶ οὐδὲ οἴνῳ ἔχαιρεν, εἰ μὴ καθίκοιντο αὐτοῦ οἱ πόνοι. τὸν δὲ Ἀχιλλέα ἐπῄνει μέν, οὐ μὴν ἐξεπέπληκτό

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: