previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ ὦτά μοι ἤγειρας καὶ ἄλλως ἑστηκότα πρὸς τοὺς σοὺς λόγους: ἥκειν δέ σοι καὶ ταῦτα εἰκὸς παρὰ τοῦ Πρωτεσίλεω.

ἀμπελουργός
παρὰ τούτου, ξένε, τοῦ χρηστοῦ διδασκάλου, πολλοῖς δὲ καὶ τῶν ἐς τὸν Πόντον ἐσπεπλευκότων δῆλα δὴ ταῦτα. κατὰ γὰρ τὴν ἄξενον τοῦ Πόντου πλευράν, τὰ ὄρη τὰ Ταυρικὰ τέταται, λέγονταί τινες οἰκεῖν Ἀμαζόνες, ἣν Θερμώδων τε καὶ Φᾶσις ἐξερχόμενοι τῶν ὀρῶν περιβάλλουσιν ἤπειρον, ἃς πατήρ τε καὶ φυτουργὸς αὐτῶν Ἄρης ἐπαίδευσεν ἐν ὁμιλίᾳ τῶν πολεμικῶν εἶναι καὶ ζῆν ἔνοπλόν τε καὶ ἔφιππον βίον, βουκολεῖσθαι δὲ αὐταῖς ἵππον ἐν τοῖς ἕλεσιν ἀποχρῶσαν τῷ στρατῷ. ἀνδράσι μὲν δὴ ἐνομιλεῖν οὐ παρέχειν σφᾶς τὴν ἑαυτῶν χώραν, αὐτὰς δ᾽, ἐπειδὰν δέωνται τέκνων, κατιούσας ἐπὶ ποταμὸν Ἅλυν ἀγοράζειν τε καὶ ξυγγίνεσθαι τοῖς ἀνδράσιν, ἔνθα ἔτυχεν, ἀπελθούσας τε ἐς ἤθη καὶ οἴκους, μὲν ἂν τέκωσιν ἄρρενα, φέρειν ἐπὶ τὰ ὅρια τῆς χώρας, ὅπως ἀνέλοιεν αὐτὰ οἱ φύσατες, τοὺς δὲ ἀναιρεῖσθαί τε, ὧν ἕκαστος ἔτυχε, καὶ ποιεῖσθαι δούλους, δ᾽ ἂν ἀποτέκωσι θηλέα, φιλεῖν τε ἤδη λέγονται καὶ ὁμόφυλα ἡγεῖσθαι, θεραπεύειν τε, φύσις μητέρων, πλὴν τοῦ ἐπισχεῖν γάλα, τουτὶ δὲ πράττουσι διὰ τὰς μάχας, ὡς μήτε αὐτὰ θηλύνοιντο, μήτε τοὺς μαζοὺς ἀποκρεμῷντο. τὸ μὲν δὴ ὄνομα ταῖς Ἀμαζόσιν ἐκ τοῦ μὴ μαζῷ [p. 217] τρέφεσθαι κεῖσθαι ἡγώμεθα, τρέφουσι δὲ τὰ βρέφη γάλακτί τε φορβάδων ἵππων καὶ δρόσου κηρίοις, μέλιτος δίκην ἐπὶ τοὺς δόνακας τῶν ποταμῶν ἱζάνει. τὰ δὲ ποιηταῖς τε καὶ μυθολόγοις περὶ τῶν Ἀμαζόνων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: