previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 68]
αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπέρ ἠχηέντων
λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,
οἱ μὲν ἄρ᾽ ἐν κλισίῃσιν Ἀχαιῶν ἄβριμοι υἷες
γήθεον ἀκαμάτῳ μέγ᾽ ἐπευχόμενοι Ἀχιλῆι.
5Τρῶες δ᾽ αὖ μύροντο κατὰ πτόλιν: ἀμφὶ δὲ πύργους
ἐζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,
μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνήρ
αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα.
τοῖσι δ᾽ ἄρ᾽ ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης:
10 φίλοι, οὐκέτ᾽ ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι,
ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο
Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων
κάρτος ἔην τὸ πάροιθε: καὶ οὐδ᾽ γε Κῆρας ἄλυξεν,
ἀλλ᾽ ἐδάμη παλάμῃσιν Ἀχιλλέος, περ ὀΐω
15καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔνι δῃωθῆναι:
οἵην τήνδ᾽ ἐδάμασσεν ἀνὰ κλόνον, ἥνπερ οἱ ἄλλοι
Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν:
καὶ γὰρ ἔην ἔκπαγλος: ἔγωγέ μιν ὡς ἐνόησα, [p. 70]
ὠισάμην μακάρων τίν᾽ ἀπ᾽ οὐρανοῦ ἐνθάδ᾽ ἱκέσθαι
20ἡμῖν χάρμα φέρουσαν: δ᾽ οὐκ ἄρ᾽ ἐτήτυμον ἦεν.
ἀλλ᾽ ἄγε φραζώμεσθα, τί λώιον ἄμμι γένηται,
ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν,
ἤδη φεύγωμεν ἀπ᾽ ἄστεος ὀλλυμένοιο:
οὐ γὰρ ἔτ᾽ Ἀργείοισι δυνησόμεθ᾽ ἀντιφερίζειν
25μαρναμένου κατὰ δῆρ ιν ἀμειλίκτου Ἀχιλῆος.’


ὣς ἄρ᾽ ἔφη: τὸν δ᾽ υἱὸς ἀμείβετο Λαομέδοντος:
φίλος ἠδ᾽ ἄλλοι Τρῶες σθεναροί τ᾽ ἐπίκουροι,
μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης,
μηδ᾽ ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,
30ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰσόκεν ἔλθῃ
Μέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα
λαῶν, οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν.
ἤδη γάρ ῥα καὶ αὐτὸν ὀΐομαι ἀγχόθι γαίης
ἔμμεναι ἡμετέρης: ἐπεὶ νύ οἱ οὔτι νέον γε
35ἀγγελίην προέηκα μέγ᾽ ἀχνύμενος περί θυμῷ:
αὐτὰρ γ᾽ ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι
ἐλθὼν ἐς Τροίην: καί μιν σχεδὸν ἔλπομαι εἶναι.
ἀλλ᾽ ἄγε τλῆτ᾽ ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι
θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον, ἠὲ φυγόντας
40ζώειν ἀλλοδαποῖσι παρ᾽ ἀνδράσιν αἴσχἐ ἔχοντας.’


ῥ᾽ γέρων: ἀλλ᾽ οὔτι σαόφρονι Πουλυδάμαντι
ἥνδανεν εἰσέτι δῆρις, ἐΰφρονα δ᾽ ἔκφατο μῦθον:
εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν
ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔτι μεγαίρω
45μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν: ἀλλ᾽ ἄρα θυμῷ [p. 72]
δείδω, μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη
κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται
ἡμετέροις: δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτ᾽ Ἀχαιῶν.
ἀλλ᾽ ἄγε, μηδὲ πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες
50αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ
ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδ᾽ ἔτι πάτρῃ
μίμνοντες κτεινώμεθ᾽ ὑπ᾽ Ἀργείων ὀρυμαγδοῦ,
ἀλλ᾽ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη
εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματ᾽ ἐκείνης,
55ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,
διττάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν
ἐκδόμεν, ἕως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται
ἡμετέρην, οὐδ᾽ ἄστυ κατήνυκε πῦρ ἀΐδηλον.
νῦν δ᾽ ἄγ᾽ ἐμοὶ πείθεσθε περὶ φρεσίν: οὐ γὰρ ὁΐω
60ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι:
εἴθ᾽ ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς
Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης.’


ὣς φάτο Πουλυδάμαντος ἐῢ σθένος: ἀμφὶ δὲ Τρῶες
ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐδ᾽ ἀναφανδὸν
65μῦθον ἔφαν: πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα
ἅζοντ᾽ ἠδ᾽ Ἑλένην, κείνης ἕνεκ᾽ ὀλλύμενοί περ.
τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην:
Πουλυδάμα, σὺ μὲν ἐσσὶ φυγοπτόλεμος καὶ ἄναλκις,
οὐδὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,
70ἀλλὰ δέος καὶ φύζα: σὺ δ᾽ εὔχεαι εἶναι ἄριστος
ἐν βουλῇ: πάντων δὲ χερείονα μήδεα οἶδας. [p. 74]
ἀλλ᾽ ἄγε δὴ σὺ μὲν αὐτὸς ἀπόσχεο δηιοτῆτος,
μίμνε δ᾽ ἐνὶ μεγάροισι καθήμενος: αὐτὰρ οἱ ἄλλοι
ἀμφ᾽ ἐμὲ θωρήξονται ἀνὰ πτόλιν, εἴσοκε μῆχος
75εὕρωμεν θυμῆρες ἀνηλεγέος πολέμοιο:
οὐ γὰρ νόσφι πόνοιο καὶ ἀργαλέου πολέμοιο
ἀνθρώποις μέγα κῦδος ἀέξεται ἠδὲ καὶ ἔργον:
φύζα δὲ νηπιάχοισι μάλ᾽ εὔαδεν ἠδὲ γυναιξί:
κείνῃς θυμὸν ἔοικας: ἐγὼ δέ τοι οὔτι πέποιθα
80μαρναμένῳ: πάντων γὰρ ἀμαλδύνεις θρασὺ κάρτος.’


μέγα νεικείων: δὲ χωόμενος φάτο μῦθον
Πουλυδάμας: οὐ γάρ οἱ ἐναντίον ἅζετ᾽ ἀ̣̣̔̓σαι
κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδ᾽ ἀεσίφρων,
ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ
85πορφύρει καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ:
τῷ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα:
μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,
σὸν θράσος ἤγαγε νῶιν ὀϊζύα, σὸς νόος ἔτλη
δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰσόκε πάτρην
90σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι:
ἀλλ᾽ ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος
ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.’


ὣς ἄρ᾽ ἔφη. δ᾽ ἄρ᾽ οὔτι προσέννεπε Πουλυδάμαντα:
μνήσατο γάρ, Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας
95ἠδ᾽ ὁπόσας ἔτ᾽ ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ
μᾶλλον ἐφώρμαινεν θανέειν νόσφι γενέσθαι
ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες
ὑψόθεν ἐσκοπίαζον ἀπ᾽ ἄστεος αἰπεινοῖο
δέγμενοι Ἀργείους ἠδ᾽ Αἰακίδην Ἀχιλῆα. [p. 76]


100τοῖσι δ᾽ ἄρ᾽ οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων,
Μέμνων κυανέοισι μετ᾽ Αἰθιόπεσσιν ἀνάσσων,
ὃς κίε λαὸν ἄγων ἀπερείσιον: ἀμφὶ δὲ Τρῶες
γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠΰτε ναῦται
χείματος ἐξ ὀλοοῖο δι᾽ αἰθέρος ἀθρήσωσιν
105ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην:
ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δ᾽ ἄλλων
Λαομεδοντιάδης: μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει
δῃώσειν πυρὶ νῆας ὑπ᾽ ἀνδράσιν Αἰθιόπεσσιν,
οὕνεκ᾽ ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ
110πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες:
τῷ ῥ᾽ ἄμοτον κύδαινεν ἐῢν γόνον Ἠριγενείης
δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ:
ἀλλήλοις δ᾽ ὀάριζον ἐπ᾽ εἰλαπίνῃ καὶ ἐδωδῇ,
ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅσ᾽ ἄλγἐ ἀνέτλη
115ἐξενέπων, δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς
ἀθάνατον βίον αἰέν, ἀπειρεσίης τε ῥέεθρα
Τηθύος, ὠκεανοῦ τε βαθυρρόου ἱερὸν οἶδμα
ἠδέ καὶ ἀκαμάτου πέρατα χθονός, ἀντολίας τε
ἠελίου, καὶ πᾶσαν ἀπ᾽ ὠκεανοῖο κέλευθον
120μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης,
ἠδὲ καὶ ὡς ἐδάϊξεν ὑπὸ στιβαρῇσι χέρεσσιν
ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα
εἶργον, καὶ σφίσι πῆμα καὶ ἄσχετον ὤπασε πότμον.
καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν
125μυρία: τοῦ δ᾽ ἀΐοντος ὑπὸ φρεσὶ τέρπετο θυμός, [p. 78]
καί καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ:
Μέμνον, τό μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι
σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις:
ὥς μοι ἔτι κρήνειαν, ἵν᾽ Ἀργείους ἐσίδωμαι
130ὀλλυμένους ἅμα πάντας ὑπ᾽ ἐγχείῃσι τεῇσι:
καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας
ἐκπάγλως, ὡς οὔτις ἐπιχθονίων ἡρώων:
τῷ σ᾽ ὀΐν κείνοισι φόνον στονόεντα βαλέσθαι.
νῦν δ᾽ ἄγε τέρπεο θυμὸν ἐπ᾽ εἰλαπίνῃσιν ἐμῇσι
135σήμερον: αὐτὰρ ἔπειτα μαχήσεαι, ὡς ἐπέοικεν.’


ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας
Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ
χρυσείῳ, τό ῥα δῶκε περίφρων ἀμφιγυήεις
Ἥφαιστος κλυτὸν ἔργον, ὅτ᾽ ἤγετο Κυπρογένειαν,
140Ζηνὶ μεγασθενέϊ: δ᾽ ἄρ᾽ ὤπασεν υἱέϊ δῶρον
Δαρδάνῳ ἀντιθέῳ: δ᾽ Ἐριχθονίῳ πόρε παιδί:
Τρωὶ δ᾽ Ἐριχθόνιος μεγαλήτορι: αὐτὰρ γ᾽ Ἰλῷ
κάλλιπε σὺν κτεάτεσσιν: δ᾽ ὤπασε Λαομέδοντι:
αὐτὰρ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν
145υἱέϊ δωσέμεναι: τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσεν.
κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων
ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον:
οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι
οὐδ᾽ ἄρ᾽ ὑποσχεσίην κατανευέμεν, 1 ἀλλὰ ἕκηλον
150δαίνυσθ᾽ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι: [p. 80]
εἴτε γὰρ ἐσθλός τ᾽ εἰμὶ καὶ ἄλκιμος εἴτε καὶ οὐκί,
γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότ᾽ ἀνέρος εἴδεται ἀλκή.
νῦν δ᾽ ἄγε δὴ κοίτοιο μεδώμεθα, μηδ᾽ ἀνὰ νύκτα
πίνωμεν: χαλεπὸς γὰρ ἐπειγομένοισι μάχεσθαι
155οἶνος ἀπειρέσιος καὶ ἀϋπνοσύνη ἀλεγεινή.’


ὣς φάτο: τὸν δ᾽ γεραιὸς ἀγασσάμενος προσέειπεν:
αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δ᾽ αὐτῷ:
αὐ γὰρ ἐγώ σ᾽ ἀέκοντα βιήσομαι: οὐ γὰρ ἔοικεν
οὔτ᾽ ἀπιόντ᾽ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα
160σεύειν ἐκ μεγάροιο: θέμις νύ τοι ἀνδράσιν αὕτως.’


ὣς φάθ᾽: δ᾽ ἐκ δόρποιο μεθίστατο: βῆ δὲ πρὸς εὐνὴν
ὑστατίην: ἅμα δ᾽ ἄλλοι ἔβαν κοίτοιο μέδεσθαι
δαιτυμόνες: τάχα δέ σφιν ἐπήλυθε νήδυμος ὕπνος.


αὐτὰρ ἐνὶ μεγάροισι Διὸς στεροπηγερέταο
165ἀθάνατοι δαίνυντο: πατὴρ δ᾽ ἐν τοῖσι Κρονίων
εὖ εἰδώς ἀγόρευε δυσηχέος ἔργα μόθοιο:
ἴστε θεοὶ περὶ πάντες ἐπεσσύμενον βαρὺ πῆμα
αὔριον ἐν πολέμῳ: μάλα γὰρ πολλῶν μένος ἵππων
ὄψεσθ᾽ ἀμφ᾽ ὀχέεσσι δαϊζομένων ἑκάτερθεν
170ἄνδρας δ᾽ ὀλλυμένους: τῶν καὶ πέρι κηδόμενός τις
μιμνέτω ὑμείων μνδ᾽ ἀμφ᾽ ἐμὰ γούναθ᾽ ἱκάνων
λισσέσθω: κῆρες γὰρ ἀμείλιχοί εἰσι καὶ ἡμῖν.’


ὣς ἔφατ᾽ ἐν μέσσοισιν ἐπισταμένοισι καὶ αὐτοῖς,
ὄφρα καὶ ἀσχαλόων τις ἀπὸ πτολέμοιο τράπηται,
175μηδέ λισσόμενος περὶ υἱέος ἠὲ φίλοιο
μαψιδίως ἀφίκηται ἀτειρέος ἔνδον Ὀλύμπου.
καὶ τὰ μὲν ὡς ἐσάκουσαν ἐριγδούπου Κρονίδαο,
τλῆσαν ἐνὶ στερνοισι καὶ οὐ βασιλῆος ἔναντα [p. 82]
μῆθον ἔφαν: μάλα γάρ μιν ἀπειρέσιον τρομέεσκον:
180ἀχνύμενοι δ᾽ ἵκανον: ὅπῃ δόμος ἦεν ἑκάστου
καὶ λέχος: ἀμφὶ δὲ τοῖσι καὶ ἀθανάτοις περ ἐοῦσιν
ὕπνου βληχρὸν ὄνειαρ ἐπὶ βλεφάροισι τανύσθη.


ἦμος δ᾽ ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας
λαμπρὸς ἀν᾽ οὐρανὸν εὐρὺν ἑωσφόρος, ὅς τ᾽ ἐπὶ ἔργον
185ἡδὺ μάλα κνώσσοντασ᾽ ἀμαλλοδετῆρας ἐγείρει:
τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης
ὕστατος ὕπνος ἀνῆκεν: ὁδ᾽ ἐν φρεσὶ κάρτος ἀέξων
ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι.
Ἠὼς δ᾽ οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα.
190καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη,
τοῖσι δ᾽ ἅμ᾽ Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο
ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων
πανσυδίῃ: μάλα δ᾽ ὦκα πρὸ τείχεος ἐσσεύοντο
κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων
195χείματος ὀρνυμένοιο κατ᾽ ἠέρα πουλὺν ἀγείρει.
αἶψα δ᾽ ἄρ᾽ ἐπλήσθη πεδίον πᾶν: οἱ δ᾽ ἐκέχυντο
ἀκρίσι πυροβόροισιν ἀλίγκιον, αἵ τε φέρονται


ὡς νέφος πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο
ἄπλητοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι:
200ὣς οἱ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δ᾽ ἀγυιαὶ
στείνοντ᾽ ἐσσυμένων, ὑπὸ δ᾽ ἔγρετο ποσσὶ κονίη.


Ἀργεῖοι δ᾽ ἀπάνευθεν ἐθάμβεον, εὖτ᾽ ἐσίδοντο
ἐσσυμένους: εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο
κάρτεϊ Πηλείδαο πεποιθότες: ὃς δ᾽ ἐνὶ μέσσοις
205ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικὼς [p. 84]
κυδιόων ἵπποισι καὶ ἅρμασι: τοῦ δ᾽ ἄρα τεύχη
πάντη μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν.
οἶος δ᾽ ἐκ περάτων γαιηόχου ὠκεανοῖο
ἔρχεται ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω
210μφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ:
τοῖος ἐν Ἀργείοισι τότ᾽ ἔσσυτο Πηλέος υἱός.
ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων
Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ
προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι.


215αἶψα δ᾽ ἄρ᾽ ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες
Τρώων καὶ Δαναῶν, μετὰ δ᾽ ἔπρεπον Αἰθιοπῆες:
σὺν δ᾽ ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου
πάντοθεν ἐγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ:
ἀλλήλους δ᾽ ἐδάϊζον ἐϋξέστῃς μελίῃσι
220βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει:
ὡς δ᾽ ὅτ᾽ ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν
εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος
ἐκ Διός, εὖτ᾽ ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι
θηγόμεν᾽ ἀλλήλοισι, πυρὸς δ᾽ ἐξέσσυτ᾽ ἀϋτμή:
225ὣς τῶν μαρναμένων μέγ᾽ ὑπαὶ ποσὶ γαῖα πελώρη
ἔβραχε, θεσπεσίου δὲ δι᾽ ἠέρος ἔσσυτ᾽ ἀϋτὴ
σμερδαλέη: δεινὸν γὰρ ἐΰτεον ἀμφοτέρωθεν.


Ἔνθ᾽ ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην
ἄμφω ἀριγνώτω, βάλε δ᾽ ἄλλων πολλὰ κάρηνα.
230εὖτ᾽ αἰγὶς βερέθροισιν 2 ὑποχθονίοις ἐπορούσῃ
λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται
ἐκ θεμέθλων: μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα: [p. 86]
ὣς οἵ γ᾽ ἐν κονίῃσι κατήριπον ὠκέϊ πότμῳ
αἰχμῇ Πηλείωνος: γὰρ μέγα μαίνετο θυμῷ.


235ὣς δ᾽ αὕτως ἑτέρωθεν ἐῢς πάϊς Ἠριγενείης
Ἀργείους ἐδέϊζε κακῇ ἐναλίγκιος Αἴσῃ,
τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν.
πρῶτον δ᾽ εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας
δούρατι λευγαλέῳ, ἐπὶ δ᾽ ἔκτανε δῖον Ἔρευθον,
240ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμῃν,
οἳ Θρύον ἀμφενέμοντο παρ᾽ Ἀλφειοῖο ῥεέθροις,
καί ῥ᾽ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ:
τοὺς δ᾽ ὁπότ᾽ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἱὸν
κτεῖναί μιν μεμαώς: τοῦ δ᾽ Ἀντίλοχος θεοειδὴς
245πρόσθ᾽ ἐλθὼν ἴθυνε μακρὸν δόρυ, καί οἱ ἅμαρτε
τυτθὸν ἀλευαμένοιο: φίλον δέ οἱ εἷλεν ἑταῖρον
αἴθοπα Πυρρασίδην: δὲ χωσάμενος κταμένοιο
Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος
καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι
250ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσπετος ὁρμή:
ὣς θοῶς ἐπόρουσεν, δ᾽ εὐρέϊ μιν βάλε πέτρῳ
Ἀντίλοχος: τοῦ δ᾽ οὔτι λύθη κέαρ, οὕνεκσ᾽ ἄρ᾽ αὐτοῦ
ἀλγινόεντ᾽ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια:
σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στέρνοισιν ὀρίνθη
255βλημένου: ἀμφὶ δέ οἱ κόρυς ἴαχε: καί ῥ᾽ ἔτι μᾶλλον
μαίνετ᾽ ἐπ᾽ Ἀντιλόχῳ. κρατερὴ δέ οἱ ἔζεεν ἀλκή:
τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα
τύψεν ὑπὲρ μαζοῖο: διήλασε δ᾽ ὄβριμον ἔγχος
ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος. [p. 88]


260τοῦ δ᾽ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη
πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος
Νέστορι παιδὸς ἑοῖο παρ᾽ ὀφθαλμοῖσι δαμέντος:
οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν,
ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος:
265τοὔνεκα καὶ στερεῇσιν ἀρηράμενος φρεσὶ θυμὸν
ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος:
κέκλετο δ᾽ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα:
ὄρσο μοι, Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα
σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο
270νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος, ἠὲ καὶ αὐτοὶ
ἀμφ᾽ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀϊζύν.
εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γ᾽ ἐμεῖο
υἱὸς ἔφυς οὐδ᾽ ἐσσὶ Περικλυμένοιο γενέθλης,
ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.
275ἀλλ᾽ ἄγε δὴ πονεώμεθ᾽, ἐπεὶ μέγα κάρτος ἀνάγκη
πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.’


ὣς φάτο: τοῦ δ᾽ ἀΐοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς
πένθεσι λευγαλέοισιν: ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι
Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος
280εἷλεν ἄχος: κρατεροῖο δ᾽ ἐναντία δηριάασθαι
Μέμνονος ὡρμήθησαν ἀν᾽ αἱματόεντα κυδοιμόν.
ὠς δ᾽ ὅταν ἀγρευτῆρε κατὰ πτύχας ὑληέσσας
οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης
συὸς ἄρκτοιο καταντίον ἀΐσσωσι 3
285κτεινέμεναι μεμαῶτες, δ᾽ ἀμφοτέροις ἐπορούσας
θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν:
ὣς τότε καὶ Μέμνων φρόνεεν μέγα: τοὶ δέ οἱ ἄγχι
ἤλυθον: ἀλλά μιν οὔτι κατακτανέειν ἐδύναντο
μακρῇσιν μελίῃσιν: ἀπέπλαγχθεν δέ οἱ αἰχμαὶ
290τῆλε χροός: μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια: [p. 90]
δούρατα δ᾽ οὐχ ἁλίως χαμάδις πέσεν: ἀλλ᾽ μὲν ὦκα
ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος
Φηρεὺς ὀβριμόθυμος, δ᾽ ἔκτανε Λαομέδοντα
Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,
295ὃν Μέμνων ἐδάϊξε κατὰ μόθον, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
χερσὶν ὑπ᾽ ἀκαμάτῃσι λύεν παγχάλκεα τεύχη
οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ
Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος. οἱ δ᾽ ἅτε θῶε
ἀμφ᾽ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα
300οὔτι πρόσω μεμαῶτες ἔτ᾽ ἐλθέμεν: αἰνὰ δὲ Νέστωρ
ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δ᾽ ἄλλους
σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν: ἂν δὲ καὶ αὐτὸς
ὥρμαινεν πονέεσθαι ἀφ᾽ ἅρματος, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε
305πὰρ δύναμιν: μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς
κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρ᾽ αὐτὸν
Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν
αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο:
γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι
310πρεσβυτέροιο γεγῶτος, ἐπεί γ᾽ εὖ οἶδα νοῆσαι:
γὰρ ἔγωγ᾽ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα
ἀντιάαν δηίοισι: θρασὺς δέ μοι ἔλπετο θυμὸς
χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.
ἀλλ᾽ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,
315χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ,
μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγ᾽ ἀμείνονι φωτὶ
μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσωνται
ἀνέρες: οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.’ [p. 92]
ὣς φάτο: τὸν δ᾽ ἑτέρωθι γέρων ἠμείβετο μύθῳ:
320 Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντ᾽ ἀγορεύεις:
οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς
ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα
νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον: ὡς ὄφελόν μοι
ἀλκὴ ἔτ᾽ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος:
325νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγ᾽ εὔχεαι, οὕνεκα θυμὸς
θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερον δὲ νόημα:
τῷ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.
εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,
οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι:
330νῦν δ᾽ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,
ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται
θαρσαλέως, δ᾽ ἄρ᾽ οὔτι λιλαιόμενός περ ἀμύνει
οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτ᾽ ἔμπεδοί εἰσιν ὀδόντες
οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ:
335ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν,
οἷόν. περ τὸ πάροιθεν: ὅμως δ᾽ ἔτι φέρτερός εἰμι
πολλῶν ἀνθρώπων, παύροισι δέ γῆρας ὑπείκει
ἡμέτερον, τοῖς κάρτος ὁμῶς πέλει ἠδὲ καὶ ἥβη.’


ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο: λεῖπε δ᾽ ἄρ᾽ υἷα
κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν
340γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν:
γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.
ὣς δ᾽ αὕτως ἀπόρουσεν ἑϋμμελίης Θρασυμήδης
Φηρεύς τ᾽ ὀβριμόθυμος ἰδ᾽ ἄλλοι πάντες ἑταῖροι
δειδιότες: μάλα γάρ σφιν ἐῴχετο λοίγιος ἀνήρ.


345Ὡς δ᾽ ὅτ᾽ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης
καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ
ὁππότε συννεφὲς ἦμαρ ἐπ᾽ ἀνθρώποισι τανύσσῃ [p. 94]
Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ
βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων
350θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι
ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ
σμερδαλέον βοόωσι κατ᾽ οὔρεα πάντα χαράδραι:
ὣς Μέμνων σεύεσκεν ἐπ᾽ ᾐόνας Ἑλλησπόντου
Ἀργείους: μετόπισθε δ᾽ ἐπισπόμενος κεράϊζε:
355πολλοὶ δ᾽ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον
Αἰθιόπων ὑπὸ χερσί: λύορῳ δ᾽ ἐφορύνετο γαῖα
ὀλλυμένων Δαναῶν. μέγα δ᾽ ἐν φρεσὶ γήθεε Μέμνων
αἰὲν ἐπεσσύμενος δηίων στίχας: ἀμφὶ δὲ νεκρῶν
στείνετο Τρώιον δὖδας: δ᾽ οὐκ ἀπέληγε κυδοιμοῦ:
360ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα
ἔσσεσθ᾽: ἀλλά Μοῖρα πολύστονος ἠπερόρευεν
ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.
ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο,
Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος
365αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε
ἄλλοι τ᾽ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ
καρτύναντ᾽ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.
καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι
Νηλείδης κατέπεφνεν. δ᾽ ἀσχαλόων ἑτάροιο
370Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον:
ὡς δ᾽ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι
θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν
ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης
αἰζηῶν ἰότητι, κύνες δ᾽ ἐπικαγχαλόωσιν, [p. 96]
375πυκνὸν ὑλακτιόωντες, δ᾽ ἐμμεμαὼς ὑπ᾽ ἄκοντι
κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν:
ὣς Μέμνων ἐδάϊζε πολὺν στρατόν: ἀμφὶ δ᾽ ἑταῖροι
γήθεον: Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρ᾽ ἐφέβοντο.
ὡς δ᾽ ὁπότ᾽ ἐξεριπόντος ἀπ᾽ οὔρεος ἠλιβάτοιο
380πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς
ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,
τοῦ δ᾽ ἄρ᾽ ἀνὰ δρυρὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος
βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δ᾽ ἀν᾽ ὕλην,
εἴ που μῆλ᾽ ὑπένερθε κυλινδομένοιο νέμονται
385 βόες ἠέ τιν᾽ ἄλλα, καὶ ἐξαλέονται ἰόντος
ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον: ὣς ἄρ᾽ Ἀχαιοὶ
Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.


καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο
Νέστωπ, ἀμφὶ δὲ παιδὶ μέγ᾽ ἀχνύμενος φάτο μῦθον:
390 Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
ὤλετό μοι φίλος υἱός, ἔχει δέ μοι ἔντεα Μέμνων
τεθνεότος, δείδω δὲ κυνῶν μὴ κῦρμα γένηται:
ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅστις ἑταίρου
μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτ᾽ ἐόντος.’


395ὣς φάτο: τοῦ δ᾽ ἀΐπμτπς ὑπὸ φρένας ἔμπεσε πένθος:
Μέμνονα δ᾽ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν
Ἀργείους ἰληδὸν ὑπ᾽ ἔγχεϊ δηιόωντα,
αὐτίκα κάλλιπε Τρῶας, ὅσους ὑπὸ χερσὶ δάϊξεν
ἀμφ᾽ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο
400ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο
ἠδ᾽ ἄλλων κταμένων: δ᾽ ἀνείλετο χείρεσι πέτρην,
τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο,
καὶ βάλεν ἀκαμάτοιο κατ᾽ ἀσπίδα Πηλείωνος
δῖος ἀνήρ: δ᾽ ἄρ᾽ οὔτι τρέσας περιμήκεα πέτρην
405σὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων, [p. 98]
πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,
καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν:
ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβίϊ μάρνατο θυμῷ:
τύψε δ᾽ ἄρ᾽ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ:
410τοῦ δ᾽ ἐχύθη φίλον αἷμα: χάρη δ᾽ ἄρ᾽ ἐτώσιον ἥρως,
καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι:
νῦν σ᾽ ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπ᾽ ὀλέθρῳ
χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.
σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες
415πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν,
μητρός τ᾽ ἀθανάτης Νηρηίδος; ἀλλὰ σοὶ ἤδη
ἤλυθεν αἴσιμον ἦθαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ
Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκποθι λειριόεσσαι
Ἑσπερίδες θρέψαντο παρὰ ῥόον ὠκεανοῖο.
420τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω
εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ
Νηρεΐδος, τῆς αὐτὸς ἐρεύχεαι ἔκγονος εἶναι:
μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,
τῇ ἐπὶ πάντα τελεῖται ἀτείρεος ἔνδον Ὀλύμπου
425ἐσθλά τε καὶ κλυτὰ ἔργα, τά τ᾽ ἀνδράσι γίνετ᾽ ὄνειαρ:
δ᾽ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι
ναίει ὁμῶς κήτεσσι μετ᾽ ἰχθύσι κυδιόωσα
ἄπρηκτος καὶ ἀΐστος: ἐγὼ δέ μιν οὐκ ἀλεγίζω
οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω.’


430ὣς φάτο: τὸν δ᾽ ἐνένιπε θρασὺς πάϊς Αἰακίδαο:
Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν
ἐλθέμεν ἀντί᾽ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;
ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε
Ζνηὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα
435καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε καύρας [p. 100]
Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσ᾽ ἐν Ὀλύμπῳ,
πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,
οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,
ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,
440ἠδὲ καὶ ὡς Ἥφαιστον ἐΰφρονα χαλκεοτέχνην
δέξαθ᾽ ἑπῖσι δόμοισιν ἀπ᾽ Οὐλύμποιο πεσόντα,
αὐτόν τ᾽ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν:
τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες
μητέρ᾽ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ.
445γνώσῃ δ᾽ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω
ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ:
Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δ᾽ Ἀντιλόχοιο χολωθεὶς
τίσομαι: οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.
ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν
450ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων
ἠδ᾽ αὐτῶν; ἐγγὺς καὶ Ἄρης, ἐγγὺς δὲ καὶ ἀλκή.’


ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ
Μέμνων δ᾽ αὖθ᾽ ἑτέρωθι, καὶ ὀτραλέως συνόρουσαν:
τύπτον δ᾽ ἀλλήλων ἄμοτον φρεσὶ μαιμώωντες
455ἀσπίδας, ἃς Ἥφαιστος ὑπ᾽ ἀμβροσίῃ κάμε τέχνῃ,
πυκνὰ συναΐσσοντες: ἐπέψαυον δὲ λόφοισιν
ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι.
Ζεὺς δὲ μέγ᾽ ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος,
τεῦξε δ᾽ ἄρ᾽ ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους
460ἀνδράσιν, ἀλλὰ θεοῖσιν: ἔρις δ᾽ ἐπεγήθεεν ἄμφω.
οἱ δ᾽ αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι
μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης
πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δ᾽ αὖτε [p. 102]
βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο
465θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν,
ἄμφω ἐπειγόμενοι: περὶ δέ σφισιν ἄμβροτα τεύχη
ἀμφ᾽ ὤμοις ἀράβησε: βοὴ δ᾽ ἵκετ᾽ αἰθέρα δῖον
Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων
μαρναμένων ἑκάτερθε: κόνις δ᾽ ὑπὸ ποσσὶν ὀρώρει
470ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα κίνυτο ἔργου.


Εὖτ᾽ ὀμίχλη κατ᾽ ὄρεσφιν ὀρινομένου ὑετοῖο,
ὁππότε δὴ κελάδοντεζ ἐνιπλήθονται ἔναυλοι
ὕδατος ἐσσυμένοιο, βρέμει δ᾽ ἄρα πᾶσα χαράδρη
ἄσπετον, οἱ δ᾽ ἄρα πάντες ἐπιτρομέουσι νομῆες
475χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν
ἠδ᾽ ἄλλοις θήρεσσιν, ὅσους τρέφει ἄσπετος ὕλη:
ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητ᾽ ἀλεγεινή,
ῥά τε καὶ φάος ἠῢ κατέκρυφεν ἠελίοιο
αἰθέρ᾽ ἐπισκιάουσα: κακὴ δ᾽ ὑπεδάμνατ᾽ ὀϊζὺς
480λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ.
καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος
ἐσσυμένως: ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας
κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι
δῆριν ἀνὰ στονόεσσαν: Ἄρης δ᾽ οὐ λῆγε φόνοιο
485λευγαλέου, πάντη δὲ πέριξ ἐφορύνετο γαῖα
αἵματος ἐκχυμένοιο: μέλας δ᾽ ἐπετέρπετ᾽ Ὄλεθρος:
στείνετο δὲ κταμένων πεδίον μέγα θ᾽ ἱππόβοτόν τε,
ὁππόσον ἀμφὶ ῥοαῖς Σιμόεις καὶ Ξάνθος ἐέγργει
Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.


490Ἀλλ᾽ ὅτε δὴ πολλὴ μέν ἄδην μηκύνετο δῆρις
μαρναμένων, ἶσον δὲ μένος τέτατ᾽ ἀμφοτέποισι,
δὴ τότε τούς γ᾽ ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες,
οἱ μὲν θυμὸν ἔτερπον ἀτειρέϊ Πηλείωνι, [p. 104]
οἱ δ᾽ ἄπα Τιθωνοῖο καὶ Ἠοῦς υἱέϊ δίῳ.
495ὑψόθι δ᾽ οὐρανὸς εὐρὺς ἐπέβραχεν: ἀμφὶ δὲ πόντος
ἴαχε: κυανέη δὲ πέπιξ ἐλελίζετο γαῖα
ἀμφοτέρων ὑπὸ ποσσί: περιτρομέοντο δὲ πᾶσαι
ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες
ὀβρίμου ἀμφ᾽ Ἀχιλῆος ἰδ᾽ ἄσπετα δειμαίνοντο:
500δείδιε δ᾽ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ
ἵπποις ἐμβεβαυῖα δι᾽ αἰθέρος: αἱ δέ οἱ ἄγχι
Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι
θεσπεσιον περὶ κύκλον, ὃν ἠελίῳ ἀκάμαντι
Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐῢν δρόμον, περὶ πάντα
505ζώει τε φθινύθει τε περιπλομένοιο κατ᾽ ἦμαρ
νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.
καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,
εἰ μὴ ὑπ᾽ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο
δοιαὶ ἄρ᾽ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν
510κῆρες, ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,
φαιδρὴ δ᾽ ἀμφ᾽ Ἀχιλῆα δαΐφρονα: τοὶ δ᾽ ἐσιδόντες
ἀθάνατοι μέγ᾽ ἄϋσαν, ἄφαρ δ᾽ ἕλε τοὺς μὲν ἀνίη
λευγαλέη, τοὺς δ᾽ ἠῢ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.


ἥρωες δ᾽ ἐμάχοντο καθ᾽ αἱματόεντα κυδοιμὸν
515ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν
θυμὸν καὶ μέγα κάρτος ἐπ᾽ ἀλλήλοισι φέροντες:
θαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ
μάρνασθ᾽ ἠὲ Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς
Τιτῆνας: σθεναρὴ γὰρ ἐπί σφισι δῆρις ὀρώρει,
520ἠμὲν ὅτε ξιφέεσσι συνέδραμον, ἠδ᾽ ὅτε λᾶας
βάλλον ἐπεσσύμενοι περιμήκεας: οὐδέ τις αὐτῶν
χάζετο βαλλομένων, οὐδ᾽ ἔτρεσαν, ἀλλ᾽ ἅτε πρῶνες
ἕστασαν ἀδμῆτες καταείμενοι ἄσπετον ἀλκήν:
ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο: [p. 106]
525τοὔνεκ᾽ ἄρα σφίσι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ
πολλὸν έπειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ,
αὐτοῖς ἠδ᾽ ἑτάροισιν ἀταρβέσιν, οἳ μετ᾽ ἀνάκτων
νωλεμέως πονέοντο μεμαότες1, ἄχρι καμόντων
αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν: οὐδέ τις ἦεν
530θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλ᾽ ἄρα πάντων
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἶμα καὶ ἱδρὼς
αἰὲν ἐρειδομένων, κεκάλυπτο δὲ γαῖα νέκυσσιν
οὐρανὸνς ὡς νεξέεσσιν ἐς αἰγοκερῆα κιόντος
ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.
535τοὺς δ᾽ ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς
τεθνεότας στείβεσκον, ἅτ᾽ ἄσπετα φύλλα κατ᾽ ἄλσος
χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην.


οἱ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο
υἱῆες μακάρων ἐρικυδέες, οὐδ᾽ ἀπέληγον
540ἀλλήλοις κοτέοντες: ἔρις δ᾽ ἴθυνε τάλαντα
ὑσμίνης ἀλεγεινά, τὰ δ᾽ οὐκ ἔτι ἶσα πέλοντο:
ἀλλ᾽ ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα
Πηλείδης οὔτησε: τὸ δ᾽ ἀντικρὺ μέλαν ἆορ
ἐξέθορεν: τοῦ δ᾽ αἶψα λύθη πολύηρατος αἰών:
545κάππεσε δ᾽ ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη:
γαῖα δ᾽ ὑπες1 μαράγησε, καὶ ἀμφεφόβηθεν ἑταῖροι:
τὸν δ᾽ ἄρα Μυρμιδόνες μὲν ἐσύλεον: ἀμφὶ δὲ Τρῶες
φεῦγον: δ᾽ αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος.


Ἠὼς δ᾽ ἐστονάχησε καλυψα μένη νεφέεσσιν:
550ἠχλύνθη δ᾽ ἄρα γαῖα. θοοὶ δ᾽ ἅμα πάντες ἀῆται
μητρὸς ἐφημοσύνῃσι νίῃ φορέοντο κελεύθῳ [p. 108]
ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέοντο θανόντι,
ἦκα δ᾽ ἀνηρείψαντο θοῶς Ἠώιον υἷα,
καί φέρον πολιοῖο δι᾽ ἠέρος: ἄχνυτο δέ σφι
555θυμὸς ἀδελφειοῖο δεδουπότος: ἀμφὶ δ᾽ ἄρ᾽ αἰθὴρ
ἔστενε. τοῦ δ᾽ ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι
ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται
σῆμα καὶ ἐσσομένοις: τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην
εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα,
560τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι
πάντες, ὅσοι ναίουσι μακρῆς ὑπὸ δειράσιν Ἴδης:
ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσσεται αἶαν,
ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρόν, ἔνι κεῖος
κάτθανε: λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ
565ἐξ ὕδατος: φαίης κεν ἔθ᾽ ἕλκεος οὐλομένοιο
πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν.
ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθ᾽. οἱ δ᾽ ἐπέτοντο
Ἠοῦς ὄβριμον υἷα θοοὶ φορέοντες ἀῆται
τυτθὸν ὑπέρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ:


570οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος
νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς
ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἶον ἔμελλον
οὐ μετὰ δηρὸν ἔχοντες ἐπηέριοι φορέεσθαι:
τοὔνεχ᾽ ἕποντ᾽ ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.
575ὡς δ᾽ ὅταν ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος
συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι
σῶμ᾽ ἀναειρόμενοι μογεροὶ φορέουσιν ἑταῖροι
ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες1 ἄνακτα
κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκ᾽ ἄγρης:
580ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα
λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες ἀήταις [p. 110]
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένοι, ἀμφὶ δὲ Τρῶες
καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι
πάντας1 ἀϊστωθέντας1, ἀπειρεσίῃ δ᾽ ἀνὰ θυμὸν
585ἀμφασίῃ βεβόληντο. νέκυν δ᾽ ἀκάμαντες ἀῆται
Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχουτες
πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο,
ᾗχί τε Νυμσάων καλλιπλοκάμων πέλει ἄλσος
καλόν, δὴ μετόπισθε μακρὸν περὶ σῆμα βάλοντο
590Αἰσηποῖο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ
παντοίῃ: καὶ πολλὰ θεαὶ περικωκύσαντο,
υἱέα κυδαίνουσαι ἐϋθρόνου Ἠριγενείης.


δύσετο δ᾽ ἠελίοιο φάος: κατὰ δ᾽ ἤλυθεν Ἠὼς
οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῇ
595κοῦραι ἐϋπλόκαμοι δυοκαίδεκα, τῇσι μέμηλεν
αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπά κέλευθα
νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς
γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας
στρωφῶντ᾽ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι
600καρποῖσι βρίθοντα κυλινδομένου περὶ κύκλου
χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος
ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιό τ᾽ ὀπώρης.
αἱ τότε δὴ κατέβησαν ἀπ᾽ αἰθέρος ἠλιβάτοιο
ἄσπετ᾽ ὀδυρόμεναι περὶ Μέμνονα σὺν δ᾽ ἄρα τῇσι
605Πληιάδες μύροντο: περίαχε δ᾽ οὔρεα μακρὰ
καὶ ῥόος Αἰσήποιο: γόος δ᾽ ἄλλητος ὀρώρει.
δ᾽ ἄρ᾽ ἐνὶ μέσσῃσιν ἐῷ περὶ παιδὶ χυθεῖσα
μακρὸν ἀνεστονάχνησε πολύστονος Ἠριγένεια:
ὤλεό μοι, φίλε τέκνον, ἐῇ δ᾽ ἄρα μητέρι πένθος
610ἀργαλέον περίθηκας: ἐγὼ δ᾽ οὐ σεῖο δαμέντος
τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν,
ἀλλὰ καταχθονίων ἐσλύσομαι αἰνὰ βέρεθρα, [p. 112]
ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένοιο ποτᾶται,
γαῖαν ἀμαυρώσουσα καὶ οὐρανὸν ἠδὲ θάλασσαν
πάντ᾽ ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης,
615ὄφρα τι καὶ Κρονίδαο πρεὶ φρένας ἄλγος ἵκηται:
οὐ γὰρ ἀτιμοτέρη Νηρηίδος ἐκ Διὸς αὐτοῦ
πάντ᾽ ἐπιδερκομένη, πάντ᾽ ἐς τέλος ἄχρις ἄγουσα:
μαψιδίως γὰρ ἐμὸν φάος οὐ νῦν ὠπίσατο Ζεύς.
τοὔνεχ᾽ ὑπὸ ζόφον εἶμι: Θέτιν δ᾽ ἐς Ὄλυμπον ἀγέσθω
620ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ:
αὐτὰρ ἐμοὶ στονόεσσα μετ᾽ οὐρανὸν εὔαδεν ὄρφνη,
μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι.’


ὣς φαμένης ῥέε δάκρυ κατ᾽ ἀμβροσίοιο προσώπου
ἀενάῳ ποταμῷ ἐναλίγκιον: ἀμφὶ δὲ νεκρῷ
625δεύετο γαῖα μέλαινα: συνάχνυτο δ᾽ ἀμβροσίη Νὺξ
παιδὶ φίλῃ, καὶ πάντα κατέκρυφεν οὐρανὸς ἄστρα
ἀχλύϊ καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ.


Τρῶες δ᾽ ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν
ἀχνύμενοι: πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα.
630οὐδὲ μὲν Ἀργεῖοι μέγ᾽ ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ
ἐν πεδίῳ κταμένοισι παρ᾽ ἀνδράσιν αὖλιν ἔχοντες
ἄμφω ἐϋμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον,
Ἀντίλοχον δ᾽ ἄρα κλαῖον: ἔχον δ᾽ ἅμα χάρματι πένθος.


παννυχίη δ᾽ ἀλεγεινὸν ἀνεστονάχιζε γοῶσα
635Ἠώς: ἀμφὶ δέ οἱ κέχυτο ζόφος: οὐδέ τι θυμῷ
ἀντολίης ἀλέγιζε, μέγαν δ᾽ ἤχθηρεν Ὄλυμπον.
ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι
γαῖαν ἐπιστείβοντες ἀηθέα, καὶ βασίλειαν
ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου. [p. 114]
640Ζεὺς δ᾽ ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα
κινήθη περὶ πᾶσα: τρόμος δ᾽ ἕλεν ἄμβροτον Ἠῶ.


τὸν δ᾽ ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες
θάψαν ὀδυρόμενοι: τοὺς δ᾽ Ἠριγένεια βοῶπις
πόλλ᾽ ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς
645οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι,
τοὺς καὶ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα
Μέμνονας: οἵ ῥ᾽ ἐπὶ τύμβον ἔτι σφετέρου βασιλῆος
ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες
σήματος: ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν
650Μέμνονι ἦρα φέροντες: δ᾽ εἰν Ἀΐδαο δόμοισιν
ἠέ που ἐν μακάρεσσι κατ᾽ Ἠλύσιον πέδον αἴης
καγχαλάᾳ: καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς
δερκομένη: τοῖσιν δὲ πέλει πόνος ἄχρι καμόντες
εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον, ἠὲ καὶ ἄμφω
655πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτα.


καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
οἰωνοὶ τελέουσι θοοί: τότε δ᾽ ἄμβροτος Ἠὼς
οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις,
αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας
660παρφάμεναι μύθοισιν, ὅσοις βαρὺ πένθος ὑπείκει,
καίπερ ἔτ᾽ ἀχνυμένην. δ᾽ οὐ λάθεθ᾽ οἶο δρόμοιο:
δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,
ἐξ οὗ πάντα πέλονται, ὅσ᾽ ὠκεανοῖο ῥέεθρα
ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
665τῆς ἄρα Πληιάδες πρότεραι ἴσαν: δὲ καὶ αὐτὴ
αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ ἄρ᾽ αἴγλην.

1 Zimmermann, for kataneu/saimen of MSS.

2 Zimmermann, for eu)=te gai/hs mela/qroisin of MSS.

3 Zimmermann, for a)i+/ssonsi of v.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: